Ancient Greek
Ἀκακίῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀκακίῳ πρεσβυτέρῳ.
Not analysed yet
Ὁ οὕτω θερμὸς ἡμῶν ἐραστὴς, ὁ οὕτω σφοδρῶς περὶ ἡμᾶς διακείμενος, οὐδὲ γραμμάτων ἡμῖν μεταδίδως τῶν σῶν. Καίτοι γε ἤδη ἐπεστάλκαμεν καὶ ἅπαξ, καὶ δίς· αὐτὸς δὲ ὀκνηρότερος περὶ τοῦτο γέγονας. Ἐννοῶν τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ, τὰ περὶ τῆς ὑγιείας σου δηλῶν, μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν γράψαι παρακλήθητι. Πολλὴν γὰρ καρπούμεθα παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς μανθάνοντες συνεχῶς.