Ancient Greek · ~3 min
Τοῦ Χρυσοστόμου Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῦ Χρυσοστόμου Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.
Not analysed yet
Οὐδὲν ὑμῖν ἀπολογίας δεῖ πρὸς τὸ μὴ παραγενέσθαι· ἐμοὶ γὰρ ἀπὸ τῆς γνώμης παραγεγόνατε, καὶ οὐδὲν ἕλαττον ἔχετε παρ' ἡμῖν τῶν ἀφικομένων ἐνταῦθα. Διὸ καὶ χάριν ὑμῖν ἔχω πολλὴν, τὴν γνησίαν ὑμῶν εἰδὼς διάθεσιν, καὶ ὑπὲρ τῆς ἀπουσίας πολλὴν ἔχω συγγνώμην, διά τε τὴν τοῦ σώματος ἀῤῥωστίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ τὸν τῶν λῃστῶν φόβον Γράφειν δὴ μὴ κατοκνεῖτε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμεναι. Καὶ γὰρ καὶ πόῤῥω καθήμενοι μεριμνῶμεν τὰ ὑμέτερα· κἂν μάθωμεν, ὅτι θορύβων ἐκτός ἐστε καὶ ταραχῆς καὶ τὰ περὶ τῆς ῥώσεως ὑμῶν, οὐ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην. Ταῦτ' οὖν εἰδυῖαι, συνεχῶς ἡμᾶς εὐαγγελίζεσθε ταῦτα, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν, ἵνα καὶ ἐν ἐρημίᾳ διατρίβοντες πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.