Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ πρὸς Κυριακὸν πρεσβύτερον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῦ αὐτοῦ πρὸς Κυριακὸν πρεσβύτερον.
Not analysed yet
Καὶ ἐν τούτῳ ἐθαύμασά σου τὴν ἀγάπην τὴν θερμὴν, καὶ γνησίαν, καὶ ἀκλινῆ, δι' ἧς ἔδειξας, ὅτι οὐ παρόντων ἡμῶν, ἀλλὰ καὶ ἀπόντων πολὺν ποιῇ λόγον. Αὐτὸς μὲν γὰρ ἔφης μηδὲ ἐπεσταλκέναι ἡμᾶς τῇ τιμιότητί σου, καὶ οὐκ ἐγένετο τοῦτο ἱκανὸν ἐμποιῆσαί σοι σιγὴν, ἀλλὰ καίτοι νομίσας ἡμᾶς σεσιγηκέναι, τρεῖς ἐπιστολὰς ἔπεμψας πρὸς ἡμᾶς. Ἡμεῖς δὲ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις ἐπεστάλκαμεν. Καὶ ἀμφότερα ἐδείχθη καλῶς, ἥ τε ἀγάπη ἡ σὴ, μὴ δεηθεῖσα τῶν γραμμάτων ἡμῶν, ἥ τε εὐγνωμοσύνη ἡ ἡμετέρα. Ἐπεὶ οὖν οἶσθα, ὅπως διακείμεθα περὶ τὴν τιμιότητά σου, ὅτι τῷ κεφαλαίῳ τῶν ἀγαθῶν βρύεις, τῷ συνδέσμῳ τῆς τελειότητος, ἐπιδαψιλεύου ταύτην ἡμῖν τὴν εὐφροσύνην. Ὅσας γὰρ ἂν λάβωμεν ἐπιστολὰς, κἂν πολλαὶ ὦσι τῷ ἀριθμῷ, οὐ λαμβάνομεν κόρον, διὰ τὸ σφόδρα διακεῖσθαί σου περὶ τὴν τιμιότητα.