Ancient Greek · ~11 min
Τοῦ αὐτοῦ πρὸς Οὐαλέριον καὶ Διόφαντον πρεσβυτέρους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῦ αὐτοῦ πρὸς Οὐαλέριον καὶ Διόφαντον πρεσβυτέρους.
Not analysed yet
Μάλιστα μὲν καὶ μὴ γράψαντι γράψαι ἐχρῆν· τοιοῦτος γὰρ τῆς ἀγάπης ὁ νόμος· οὐκ ἀνέχεται ἐλαττοῦσθαι, ἀλλ' ἀεὶ φιλονεικεῖ νικᾷν τοὺς ἀγαπωμένους τῇ περιουσίᾳ τοῦ φιλεῖν· καὶ γράψαντα δὲ καὶ ἅπαξ, καὶ δὶς, οὐδὲ οὕτως ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀλλ' ἐσιγήσατε σιγὴν οὕτω μακρὰν πρὸς ἄνθρωπον ἐπιθυμοῦντα δέχεσθαι νιφάδας γραμμάτων. Καὶ ταῦτα οὐκ ἐγκαλῶν λέγω· οὐχ οὕτως ἀγνοῶ μου τὰ μέτρα· ἀλλ' ἀθυμῶν καὶ ὀδυνώμενος. Ὅσῳ γὰρ μετὰ πολλῆς τῆς ὑπερβολῆς ἐπιθυμῶ τῶν γραμμάτων, τοσούτῳ καὶ πλείονα τὴν ὀδύνην ἀποστερούμενος αὐτῶν ὑπομένω. Μικρᾶς οἴεσθε παρακλήσεως ἡμᾶς δεῖσθαι, μητρὸς καὶ ἀδελφῆς κεχωρισμένους, πατρίδος ἐκπεπτωκότας, χορὸν τοσούτων γνησίων οὐ δυναμένους βλέπειν, ἐρημίαν οἰκοῦντας πάσης ἐρημίας χαλεπωτέραν, Ἰσαύρων φόβῳ πολιορκουμένους; Μετὰ τῶν ἐμῶν καὶ τὰ κοινὰ καθ' ἑκάστην ἡμέραν ἀκούω τὰ κακὰ, καὶ πανταχοῦ τῆς οἰκουμένης βλαστάνοντα, καὶ καθ' ἑκάστην ἡμέραν μετὰ προσθήκης αὐξανόμενα, καὶ χαλεπά τινα ὠδίνοντα ναυάγια. Εἴθε μοι δυνατὸν ἦν παραστῆσαι τῷ λόγῳ τῆς ἀθυμίας τὴν τυραννίδα· τότε ἂν, καὶ μὴ λεγόντων ἡμῶν, αὐτοὶ ἂν μετέγνωτε ἐπὶ τῇ σιγῇ. Λυπεῖ δέ με πρὸς τούτοις τὸ μήτε εἰς γραμματηφόρων σπάνιν ἔχοντας καταφυγεῖν τοῦτο ποιῆσαι. Ὅπερ σημεῖόν ἐστιν . . . ἀλλ' ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι δυσχερὲς, ὑμῖν δὲ καταλιμπάνω εἰδέναι, εἰ μὴ πολλῆς ταῦτα ὀλιγωρίας, καὶ τῆς καθ' ἡμῶν ὑπεροψίας. Ἀλλ' οὐδέν μοι τοῦτο μέλει, κἂν καταφρονῆτε, κἂν ὑπερορᾶτε τῆς ἡμετέρας σμικρότητος· ἓν ἐπιζητῶ μόνον, ὅπως ἂν διακέησθε, τὰ γράμματα τῆς θεοσεβείας ὑμῶν, τὰ πολλὴν ἔχοντα παράκλησιν. Καὶ γὰρ καὶ εἷς καὶ δεύτερος πολλάκις ἀφίκοντο πρὸς ἡμᾶς, καὶ νῦν ὁ κύριός μου ὁ τιμιώτατος ἀδελφὸς Λιβάνιος, καὶ οὐκ ἠξιώσατε ἡμᾶς τῶν ὑμετέρων γραμμάτων. Μὴ δὴ προσθῆτε, παρακαλῶ, τῇ ἀθυμίᾳ μου ἀθυμίαν ἑτέραν. Εἰ γὰρ μηδὲ μετὰ τὴν ἐπιστολὴν ταύτην βουληθείητε ἡμῖν ἐπιστεῖλαι, ἢ ὄκνῳ, ἢ ῥᾳθυμίᾳ ἐνδόντες, ἡμεῖς οὐ παυσόμεθα καὶ γράφοντες, καὶ μετὰ τοῦ γράφειν καὶ ὀλοφυρόμενοι καὶ θρηνοῦντες διὰ τὴν σιγὴν τὴν ὑμετέραν. Τούτου γάρ ἐσμεν κύριοι. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἡμῖν εἰς παράκλησιν, μᾶλλον δὲ καὶ τούτου χωρὶς ἡ μεγίστη ἡμῶν παραμυθία, τὸ μέχρι τῆς ἐρημίας αὐτῆς καὶ τῶν περάτων τῆς γῆς (πρὸς γὰρ αὐτὰ τὰ πέρατα σχεδόν ἐσμεν νῦν) φήμην ὑμῶν διαδίδοσθαι λαμπρὰν, κομίζουσαν ὑμῶν τὰ κατορθώματα. Πάντες γὰρ ὑμᾶς ἀνακηρύττουσι, θαυμάζουσι, στεφανοῦσι, μακαρίζουσι τῆς ἀνδρείας, τῆς στεῤῥότητος, ἣν διὰ τῶν ἔργων ἐπεδείξασθε, τὸ γραφικὸν ἐκεῖνο πληροῦντες, Ἕως θανάτου ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ἰδοὺ γοῦν τοσούτων κυμάτων ἐπενεχθέντων, τοσαύτης ζάλης διαναστάσης, οὔτε θορυβῆσαί τις ὑμᾶς ἴσχυσεν, οὔτε εἰς ὁτιοῦν παραβλάψαι, ἀλλὰ καὶ μειζόνων ὑμῖν ἐγκωμίων ἄκοντες γεγόνασιν οἱ κακῶς ὑμᾶς ποιῆσαι βουλόμενοι αἴτιοι. Διὰ ταῦτα χαίρετε, παρακαλῶ, καὶ εὐφραίνεσθε, καὶ τὸν Θεὸν ἱκετεύοντες μὴ διαλίπητε, τὸν ποιοῦντα καὶ μετασκευάζοντα. Ποιήσει γὰρ ταχέως ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, διὰ τὴν οἰκείαν ἀγαθότητα.