Ancient Greek · ~4 min
Τοῦ αὐτοῦ πρὸς Κάστον πρεσβύτερον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῦ αὐτοῦ πρὸς Κάστον πρεσβύτερον.
Not analysed yet
Πῶς διαλάμπει σαφῶς, καὶ λαθεῖν οὐ δύναται ἡ ψυχὴ θερμὴν ἀγάπην ἔχουσα. ὅπερ ἐπὶ τῆς σῆς γέγονε τιμιότητος. Οὐδὲ γὰρ εἰδὼς ὅτι ἐπεστάλκαμέν σου τῇ εὐλαβείᾳ (καίτοι γε ἐπεστάλκαμεν), ὅμως αὐτὸς τὰ παρὰ σαυτοῦ πεποίηκας, γράψας τε ἡμῖν, καὶ τὴν διάθεσίν σου τὴν γνησίαν καὶ ἐν τούτῳ ἐπιδειξάμενος, καὶ πολλῆς ἡμᾶς ἐμπλήσας τῆς εὐφροσύνης καὶ τῆς παρακλήσεως. Ἵν' οὖν συνεχῶς ταύτης ἀπολαύωμεν τῆς ἡδονῆς καὶ εὐφραινώμεθα, συνεχῶς τοῦτο ποιεῖν παρακέκλησο, ἡνίκα ἂν ἐξῇ. Οἴδαμεν γὰρ ὅτι τὸ πρᾶγμα δύσκολον, τῷ μὴ ῥᾳδίως τινὰς ἐνταῦθα παραγίνεσθαι· καὶ γὰρ τὸ τῆς οἰκουμένης ἐρημότατον χωρίον τοῦτό ἐστιν· ἀλλ' ὅμως τοῖς ἀγαπῶσι καὶ τὰ δύσκολα εὔκολα γίνεται. Εἰ γὰρ βουληθείης περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, τοὺς ἐκεῖθεν κατὰ χρείας ἰδίας ἀφικνουμένους εὑρήσεις, καὶ ὅλως οὐδὲν ἐπιλείψει τῷ ζητεῖν καθ' ὁδοῦ. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε, συνεχεῖς ἡμῖν πέμπε ἐπιστολάς. Τό τε γὰρ πρᾶγμα δυσκολίαν οὐδεμίαν ἔχει, οὔτε πόνον, ἡ δὲ ἐξ αὐτοῦ εὐφροσύνη πτεροῦσθαι ἡμᾶς ποιεῖ, καὶ πολλῆς παραμυθίας ὑπόθεσις γίνεται.