Ancient Greek · ~4 min
Χαλκιδίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Χαλκιδίᾳ.-2
Not analysed yet
Ἐγὼ μὲν σφόδρα ἐπιθυμῶ σὺν ἡμῖν εἶναι τὸν δεσπότην μου τὸν τιμιώτατον πρεσβύτερον. Εἰ δὲ τὸ παραγενέσθαι αὐτόθι τοῦτον οἶσθα λυσιτελὲς, προτιμῶ τῆς ἐνταῦθα αὐτοῦ παρουσίας τὴν ἄδειαν αὐτοῦ, καὶ τὸ τῆς ἐπικειμένης ἀπαλλαγῆναι ταραχῆς. Μὴ τοίνυν νομίσῃς αὐτὸν κωλύεσθαι παρ' ἡμῶν, εἰ βούλοιτο ἀποδημεῖν. Ἡμεῖς γὰρ ἕως τοῦ νῦν διὰ τοῦτο αὐτὸν ἐπέσχομεν, ὡς οὐ σφόδρα τῆς τοῦ πράγματος φύσεως ἀπαιτούσης αὐτοῦ τὴν παρουσίαν, καὶ δεδοικότες μήποτε εἰς τὰς τῶν Ἰσαύρων ἐμπέσῃ χεῖρας. Εἰ δὲ οὕτως ἀναγκαῖον τὸ αὐτόθι παραγενέσθαι, καὶ παρακαλοῦμεν καὶ προτρεπόμεθα ἅψασθαι τῆς ἀποδημίας. Κἂν γὰρ τῷ σώματι κεχωρισμένοι ὦμεν, ἀλλὰ τῇ τῆς ἀγάπης ἁλύσει μένομεν πρὸς αὐτὸν συνδεδεμένοι. Μηδέν σε θορυβείτω, παρακαλῶ, τῶν συμπιπτόντων χαλεπῶν. Ὅσῳ γὰρ πλείους αἱ περιστάσεις, τοσούτῳ σοι μείζων ἡ πραγματεία, καὶ πλείων ὁ μισθὸς, καὶ ἡ ἀντίδοσις παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἂν εὐχαρίστως φέρῃς καὶ γενναίως τὰ συμβαίνοντα. Οὕτω γὰρ καὶ ταῦτα εὐκαταγώνιστα ἔσται, καὶ ὁ ἐκ τῆς τούτων ὑπομονῆς σοι τικτόμενος καρπὸς ἐν τοῖς οὐρανοῖς δαψιλὴς ἔσται, καὶ πολὺ μείζων τῶν παθημάτων.