Ancient Greek · ~4 min
Ἁρματίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἁρματίῳ.
Not analysed yet
Τί τοῦτο; Ἵνα μὲν μετὰ ἀδείας ἐπιτάττωμεν τοῖς σοὶ προσήκουσιν ἀνθρώποις, ἐν οἷς ἂν δεώμεθα, πολλὴν παρέσχες τὴν ἐξουσίαν· οὗ δὲ μάλιστα ἐδεόμεθα, τούτου ἡμᾶς ἀπεστέρησας, τῶν γραμμάτων λέγω τῶν σῶν, τῶν περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων. Οὐκ οἶσθα ὅτι τοῖς μάλιστα φιλοῦσι γνησίως τοῦτο μάλιστα περισπούδαστον καὶ ποθεινὸν, καθάπερ οὖν καὶ ἡμῖν νῦν; Εἰ τοίνυν βούλει ἡμῖν χαρίσασθαι, δέσποτά μου τιμιώτατε, ἀφεὶς τὸ κελεύειν τοῖς σοῖς ἀνθρώποις θεραπεύειν ἡμᾶς ἐν ταῖς χρείαις ταῖς σωματικαῖς (οὐδενὸς γὰρ δεόμεθα τούτων, ἀλλὰ πάντα ἡμῖν ὡς ἐκ πηγῶν ἐπιῤῥεῖ), αὐτὸς διὰ χάρτου μικροῦ καὶ μέλανος τὴν μεγίστην ἡμῖν πάρεχε χάριν, καὶ ἧς μάλιστα ἀπολαύειν ἐπιθυμοῦμεν. Αὕτη δέ ἐστι τὸ συνεχῶς ἡμῖν γράφειν περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν. Ἐπεὶ δὲ τοῦτο ὁ τῶν Ἰσαύρων ἐκώλυσε φόβος, τὴν γοῦν ἀπὸ τῶν γραμμάτων ἡμῖν παραμυθίαν πάρεχε δαψιλῶς, καὶ τὸ πᾶν ἀπειλήφαμεν.