Ancient Greek
Ἀγαπητῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀγαπητῷ.-3
Not analysed yet
Πολλοὺς καὶ συνεχεῖς ἱδρῶτας ἵδρωσεν ὁ κύριός μου ὁ εὐλαβέστατος καὶ τιμιώτατος πρεσβύτερος Ἐλπίδιος, τοὺς τὸ ὄρος οἰκοῦντας, τὸ Ἀμανὸν λέγω, σπουδάζων ἀπαλλάξαι τῆς κατεχούσης αὐτοὺς ἀσεβείας. Καὶ ἀπήλλαξε, καὶ μετέθηκεν αὐτοὺς ἀπὸ τῆς πλάνης, καὶ ἐκκλησίας ᾠκοδόμησε, καὶ μοναστήρια συνεστήσατο· καὶ ἔξεστι ταῦτα τῇ εὐγενείᾳ σου καὶ παρ' ἑτέρων μανθάνειν. Ἐπεὶ οὖν οἶδα ὅτι τῶν εὐλαβῶν ἀνδρῶν καὶ γενναίων σφόδρα γέγονας ἐραστὴς, εἰδὼς ὅτι σοι χαριοῦμαι γνώριμον ποιῶν τὸν τοσαῦτα κατωρθωκότα, ὁμοῦ καὶ προσειπεῖν σε δι' ἑκάστης προφάσεως ἐπειγόμενος, προστέθεικα ταῦτα τὰ γράμματα, τήν τε ὀφειλομένην πρόσρησιν ἀποδιδοὺς, καὶ τὸν ἄνδρα παρακατατιθέμενός σου τῇ εὐγενείᾳ. Ἰδὼν τοίνυν αὐτὸν ὥς σοι πρέπον ἐστὶ, δέσποτά μου τιμιώτατε καὶ θαυμασιώτατε, δεῖξον αὐτῷ διὰ τῶν ἔργων, ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθεν ἔχων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλ' ἴσχυσε ταυτὶ τὰ γράμματα πολλῆς αὐτὸν ποιῆσαι ἀπολαῦσαι εὐνοίας τε καὶ ἀγάπης. Οὕτω γὰρ καὶ ἡμεῖς χάριν πολλὴν ὁμολογήσομεν τῇ ἀγχινοίᾳ τῇ σῇ, ὅτι καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀπὸ τῆς ἐπιστολῆς δυνάμεθα συνάπτειν σου τῇ ἀγάπῃ γνησίως τοὺς ἐπιθυμοῦντας αὐτῆς ἀπολαύειν· ὧν εἷς οὗτός ἐστι, σφοδρὸς ἐραστὴς ὤν σου τῆς κοσμιότητος· διὸ καὶ μετὰ πολλῆς τῆς σπουδῆς ταύτην παρ' ἡμῶν ᾔτησε τὴν ἐπιστολήν.