Ancient Greek · ~5 min
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΔΙΑΦΟΡΟΥΣ Ἐπιστολαὶ Τοῖς ἐν Χαλκηδόνι ἐγκεκλεισμένοις ἐπισκόποις, πρεσβυτέροις τε καὶ διακόνοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΔΙΑΦΟΡΟΥΣ Ἐπιστολαὶ Τοῖς ἐν Χαλκηδόνι ἐγκεκλεισμένοις ἐπισκόποις, πρεσβυτέροις τε καὶ διακόνοις.
Not analysed yet
Μακάριοι καὶ τῶν δεσμῶν ὑμεῖς, καὶ τῆς γνώμης, μεθ' ἧς φέρετε τὰ δεσμὰ, ἀποστολικὴν ἀνδρείαν ἐν τούτοις ἐπιδεικνύμενοι· ἐπεὶ κἀκεῖνοι καὶ μαστιγούμενοι, καὶ ἐλαυνόμενοι, καὶ δεσμούμενοι, μετὰ πολλῆς ταῦτα ἔφερον τῆς ἡδονῆς· οὐ μόνον δὲ μετὰ πολλῆς ἔφερον τῆς ἡδονῆς, ἀλλὰ καὶ τὰ αὑτῶν ἐποίουν ἐν ταῖς ἁλύσεσιν ὄντες, καὶ τὴν οἰκουμένην μεριμνῶντες ἅπασαν. Διὸ δὴ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην μηδὲν ἐντεῦθεν ἀναπεσεῖν, ἀλλ' ὅσῳ πλείων ὑμῖν ἡ ὀδύνη γίνεται ἐξ ὧν πάσχετε, πλείονα καὶ τὴν προθυμίαν ἐπιδείξασθαι, καὶ καθ' ἑκάστην ἡμέραν μεριμνᾷν ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν, ὅπως ἂν γένοιτό τις διόρθωσις ἡ προσήκουσα, μηδὲ εἰς τὴν ὀλιγότητα ὑμῶν ἀπιδόντες, καὶ τῷ περιελαύνεσθαι πανταχόθεν, ὑπτιώτεροι γένησθε. Δι' ὧν γὰρ πάσχετε, μείζονα τὴν παρὰ τῷ Θεῷ παῤῥησίαν κτώμενοι, πλείονα εὔδηλον ὅτι καὶ τὴν δύναμιν ἕξετε. Χρήσασθε τοίνυν εἰς καιρὸν τῇ προθυμίᾳ, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ταῦτα καὶ πρᾶξαι καὶ εἰπεῖν σπουδάσατε, ἵνα τὸ κατέχον κλυδώνιον καταστεῖλαι δυνήσεσθε. Μάλιστα μὲν γὰρ ἔσται τι καὶ πλέον σπουδαζόντων ὑμῶν· εἰ δ' ἄρα μηδὲν γένοιτο πλέον, τῆς προθυμίας καὶ τῆς γνώμης ἕξετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθόν.