Ancient Greek · ~4 min
Ἀλφίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀλφίῳ.
Not analysed yet
Μακάριος καὶ τρισμακάριος εἶ, καὶ πολλάκις τοῦτο, τοιαῦτα ἐργαζόμενος, καὶ τοιαύταις ἐπιτρέχων πραγματείαις, αἳ πολὺν ἐν οὐρανοῖς προαποτίθενταί σοι τὸν μισθόν τε καὶ θησαυρόν. Οὐδὲ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνεπτέρωσας, τὰ κατὰ τὸν κύριόν μου Ἰωάννην τὸν πρεσβύτερον ἀπαγγείλας, ὅτι πολλὴν ἐποίησας σπουδὴν ἀναστῆσαι αὐτὸν, καὶ ἐκπέμψαι εἰς τὴν Φοινίκην. Ὅτι δὲ καὶ χρυσίον αὐτῷ δέδωκας, αὐτὸς μὲν ἐσίγησας, καὶ τοῦτο πρέπον τῇ εὐλαβείᾳ σου ποιῶν· ἡμᾶς δὲ οὐκ ἔλαθες, ἀλλὰ καὶ τοῦτο ἔγνωμεν, καὶ τὴν δαψίλειαν, ἣν παρέσχες. Καὶ διὰ τοῦτό σε θαυμάζοντες καὶ μακαρίζοντες οὐ παυόμεθα, ὅτι ἐν οἷς δεῖ πλουτεῖν, ἐν τούτοις πλουτεῖς· καί σε παρακαλοῦμεν γράμματα συνεχῶς ἡμῖν ἐπιστέλλειν. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ κατ' ὄψιν σε ἰδεῖν, πολλοῦ ἂν ἐπριάμεθα τοῦτο. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, γράφε συνεχῶς ἡμῖν, περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος, καὶ τοῦ οἴκου σου παντός. Οὐ γὰρ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν ταῦτα μανθάνοντες. Εἰδὼς οὖν ἡλίκα ἡμῖν χαριῇ, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς τοσαύτης εὐφροσύνης.