Ancient Greek · ~3 min
Ἀλφίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀλφίῳ.-3
Not analysed yet
Ἐγὼ μὲν ἐβουλόμην συνεχέστερον ἐπιστέλλειν, ἡ δὲ τῶν γραμματηφόρων σπάνις οὐκ ἀφίησι τὴν ἐπιθυμίαν ταύτην εἰς ἔργον ἐλθεῖν· καὶ γὰρ ἡ τοῦ χωρίου τούτου ἐρημία, καὶ ὁ τῶν Ἰσαύρων φόβος, καὶ ἡ τοῦ χειμῶνος σφοδρότης οὐκ ἐπιτρέπει συνεχῶς τινας ἡμῖν ἐπιχωριάζειν. Ἀλλ' ὅμως, καὶ γράφοντες καὶ σιγῶντες, τὴν αὐτὴν ἀεὶ περὶ σὲ διάθεσιν τηροῦμεν, τὴν προθυμίαν σου καὶ τὴν σπουδὴν μανθάνοντες, ἣν ὑπὲρ τῆς ὠφελείας τῆς σῆς ἔχεις ψυχῆς, τούς τε ἐν εὐλαβείᾳ ζῶντας ἀναπαύειν ἐσπουδακὼς, καὶ τὴν καλὴν ταύτην πραγματευόμενος πραγματείαν. Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, συνεχῶς ἡμῖν ἐπίστελλε τὰ περὶ τῆς σῆς ὑγιείας, καὶ τοῦ οἴκου σου παντός. Οὕτω γὰρ καὶ ἐν ἐρημίᾳ ὄντες πολλὴν ἔξομεν τὴν εὐφροσύνην, εἰ τοιαῦτα παρὰ τῆς σῆς τιμιότητος δεχόμεθα γράμματα.