Ancient Greek
Διογένει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Διογένει.
Not analysed yet
Τὸ γνήσιόν σου τῆς ἀγάπης τῆς περὶ ἡμᾶς ᾔδειμεν μὲν καὶ ἔμπροσθεν, πολλῷ δὲ πλέον ἔγνωμεν νῦν, ὅτε τοσοῦτον τοῦ χειμῶνος ἀρθέντος, οὐ μόνον οὐδὲν ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ σπουδαιότερος περὶ ἡμᾶς γεγονὼς, μείζω τὴν στοργὴν ἐνεδείξω. Διὰ ταῦτά σε θαυμάζομεν, διὰ ταῦτα καθ' ἑκάστην ἡμέραν ἀνακηρύττοντες οὐ παυόμεθα. Τὸν μὲν γὰρ ἄφατον τούτων μισθὸν λήψῃ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τοὺς ἀγαθόν τι ποιοῦντας, ἢ λέγοντας. Ἡμεῖς δέ σε οἷς ἔχομεν ἀμειβόμεθα, θαυμάζοντές σε, ἐπαινοῦντες, μακαρίζοντες οὐ διαλιμπάνομεν, φιλοῦντες, αἰδούμενοι, τιμῶντες, ἐν διανοίᾳ πανταχοῦ περιφέροντες, ἡνωμένοι σοι καὶ συνδεδεμένοι τῷ τῆς ἀγάπης νόμῳ. Ὅτι γάρ σου τῶν σφοδροτάτων ἀεὶ γεγόναμεν ἐραστῶν, οἶσθα καὶ αὐτὸς σαφῶ, δέσποτά μου αἰδεσιμώτατε καὶ θαυμασιώτατε. Διὸ παρακαλῶ τῶν ἀποσταλέντων ἕνεκα μηδὲν ἀλγῆσαι πρὸς ἡμᾶς. Τρυγήσαντες γὰρ καὶ καρπωσάμενοι τὴν ἐξ αὐτῶν τιμὴν, αὐτὰ ἀπεστάλκαμεν οὐκ ἐξ ὀλιγωρίας, οὐδὲ ἐκ τοῦ μὴ θαῤῥεῖν σου τῇ εὐγενείᾳ, ἀλλὰ διὰ τὸ μὴ καθεστάναι ἐν χρείᾳ. Ὃ δὴ καὶ ἐφ' ἑτέρων πολλῶν πεποιήκαμεν. Καὶ γὰρ καὶ ἕτεροι πολλοὶ καὶ τῆς σῆς εὐγενείας ἄξιοι, καὶ σφόδρα ἡμῶν ἐκκαιόμενοι, ὡς ἔξεστί σου τῇ θαυμασιότητι μανθάνειν, τὸ αὐτὸ δὴ τοῦτο πεποιήκασι, καὶ ἤρκεσε πρὸς αὐτοὺς ἡμῖν αὕτη ἡ ἀπολογία, ἣν καὶ αὐτὸν προσέσθαι παρακαλοῦμεν. Εἰ γὰρ δὴ κατασταίημεν ἐν χρείᾳ, μετὰ πολλῆς ἀπαιτήσομεν, καθάπερ ἐξ ἰδίων, μετὰ πλείονος τῆς παῤῥησίας, καὶ τοῦτο ὄψει διὰ τῆς πείρας αὐτῆς. Δεξάμενος τοίνυν αὐτὰ, φύλαττε μετὰ ἀκριβείας, ἵν' εἴποτε καιρὸς καλέσειεν, μετὰ τοῦ θαῤῥεῖν αὐτὰ ἀπαιτήσωμεν παρὰ τῆς σῆς θαυμασιότητος.