Ancient Greek · ~7 min
Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ.-2
Not analysed yet
Μακρῷ μὲν διῴκισμαι τῷ μήκει τῆς ὁδοῦ τῆς ὑμετέρας τιμιότητος, τὰς δὲ ἀνδραγαθίας ὑμῶν καὶ τὰς ἀριστείας τῶν παρόντων οὐκ ἔλαττον ἔμαθον, καὶ σφόδρα συνήσθην ὑμῖν τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης, καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας, τῆς ἐλευθεροστομίας, τῆς παῤῥησίας. Διὰ ταῦτα μακαρίζων ὑμᾶς οὐ παύομαι ὑπέρ τε τῶν παρόντων, ὑπέρ τε τῶν μελλόντων ὑμᾶς ὑποδέξασθαι ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀποῤῥήτων ἐκείνων, καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων. Σφόδρα δὲ ἡμᾶς ἐλύπησας ἐκ τοσούτου καθημένους διαστήματος, οὐδὲ ἐπιστεῖλαι καταδεξαμένη. Καὶ οἶδα μὲν ὅτι οὐκ ἐκ ῥᾳθυμίας τοῦτο γέγονεν· ἐπίσταμαι γὰρ καὶ γραφούσης ἡμῖν, καὶ σιγώσης, τὴν θερμὴν καὶ γνησίαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἄδολον, τὴν ἰσχυρὰν καὶ στεῤῥάν· ἀλλὰ διὰ τὸ μηδένα εἶναι τὸν ὑπογράφοντα. Πλὴν ἀλλὰ καὶ οὕτως ἐχρῆν τῇ ἐγχωρίῳ σου γλώττῃ ἡμῖν ἐπιστεῖλαι, καὶ τῇ χειρὶ τῇ σῇ. Σφόδρα γὰρ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα, τοῦ συνεχῶς ἐπιστολὰς δέχεσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς, ὥστε καθ' ἑκάστην ἡμέραν μανθάνειν ἡμᾶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς· καὶ οὐ μικρὰν τῆς τοσαύτης ἐρημίας καὶ τῶν ἐνταῦθα περιστάσεων παράκλησιν ταύτην ἔχομεν. Εἰδυῖα τοίνυν, δέσποινά μου τιμιωτάτη καὶ εὐλαβεστάτη, ὅσην ἐπιθυμίαν ἔχομεν τούτου, μὴ διαλίπῃς τὴν καλὴν ταύτην ἡμῖν χαριζομένη χάριν. Καὶ γὰρ πολλοὶ πολλαχόθεν ἐκεῖθεν ἦλθον. Ἀλλ' οὐκ ἐγκαλῶ ἐκείνων ἕνεκεν, διὰ τί μὴ γράμματα ἡμῖν ἐκόμισαν παρὰ τῆς σῆς κοσμιότητος· εἰκὸς γὰρ αὐτοὺς ἀγνοεῖσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς. Νῦν μέντοι ὅτε ἐξῆν μετ' εὐκολίας πάσης ἐπιστεῖλαι, καὶ μάλιστα τοιούτων γεγενημένων αὐτόθι, σφόδρα ἐπεθύμουν δέξασθαι γράμματα. Ἀνάκτησαι τοίνυν τὸ ἐν τῷ παρελθόντι χρόνῳ ῥᾳθυμηθὲν, καὶ πυκνότητι, καὶ νιφάδι ἐπιστολῶν τὸ μῆκος τῆς ἔμπροσθεν ἡμῖν παραμύθησαι σιγῆς.