Ancient Greek · ~7 min
Θεοδότῳ ἀναγνώστῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ ἀναγνώστῃ.
Not analysed yet
Τί φής; Πλείονά σοι τῶν προσδοκηθέντων τὰ κύματα ἐναπέστη νῦν, καὶ διὰ τοῦτο ἀλγεῖς; Διὰ τοῦτο μὲν οὖν αὐτὸ χαίρειν χρὴ καὶ σκιρτᾷν. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος οὕτως ἐποίει, νῦν μὲν λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· νῦν δὲ, ὅτι Χαίρω ἐν τοῖς παθήμασί μου. Ὅσῳ γὰρ ἂν μείζων καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα. Ἐπεὶ καὶ αὐτὸς σοῦ μὲν ἕνεκεν θαῤῥῶ· οἶδα γάρ σου τὸ ἀπερίτρεπτον, καὶ ἀκλινὲς, καὶ στεῤῥόν· τῶν δὲ ἐπιβουλευόντων ἕνεκεν ἀλγῶ καὶ δακρύω, ὅτι οὓς χρὴ ἐν τάξει εἶναι τῶν θεραπευόντων, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυνται. Ἕν με λυπεῖ μόνον, τὸ τῆς τῶν ὀφθαλμῶν σου ἀσθενείας, ὧν καὶ σφόδρα ἀξιῶ πολύν σε ποιεῖσθαι λόγον, ἰατροῖς τε διαλεγόμενον, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέροντα. Ὡς τῶν γε θλίψεων τῶν ἐπαγομένων σοι (ὅπερ καὶ ἔμπροσθεν εἶπον), αὐτόν τε χαίρειν ἀξιῶ, καὶ ἐγὼ δέ σοι συνήδομαι. Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός. Μηδὲν οὖν σε θορυβείτω, μηδὲ ταραττέτω τῶν παρεμπιπτόντων. Ἓν γάρ ἐστι χαλεπὸν ἁμαρτία μόνον. Ὡς τά γε ἄλλα πάντα ἀγρυπνοῦντί σοι καὶ νήφοντι καὶ κερδῶν ὑπόθεσις ἔσται μεγίστη, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, τὰ ἐν τοῖς οὐρανοῖς, μετὰ πολλῆς οἴσει σοι τῆς δαψιλείας. Τοιαύτην τοίνυν καθ' ἑκάστην ἡμέραν πραγματευόμενος πραγματείαν, χαῖρε καὶ εὐφραίνου, καὶ συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατόκνει. Ἡμεῖς μὲν γάρ σε βουλόμεθα καὶ μεθ' ἡμῶν εἶναι· ἀλλ' ἐπειδὴ οὐχ ἡ τοῦ χειμῶνος ὥρα μόνον, ἀλλὰ καὶ ἡ τοῦ θέρους ὁμοίως ἐστὶν ἐπαχθὴς, ἐδείσαμεν εἰς ἀέρων σε δυσκρασίαν ἐμβαλεῖν, μάλιστα διὰ τὸ τῶν ὀφθαλμῶν πάθος. Ἔργον τοίνυν ποιησάμενος τὸ πολλὴν τούτοις προσάγειν τὴν ἐπιμέλειαν, καὶ περὶ τούτων, ἡνίκα ἂν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, δήλου, εἴγε κἂν μικρὸν ἄμεινόν σοι διατεθείειν, ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν εὐφροσύνην.