Ancient Greek · ~5 min
Ἀνυσίῳ, Νουμερίῳ, Θεοδοσίῳ, Εὐτροπίῳ, Εὐσταθίῳ, Μαρκέλλῳ, Εὐσεβίῳ, Μαξιμιανῷ, Εὐγενίῳ, Γεροντίῳ, καὶ Θύρσῳ, καὶ πᾶσι τοῖς κατὰ Μακεδονίαν ὀρθοδόξοις ἐπισκόποις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀνυσίῳ, Νουμερίῳ, Θεοδοσίῳ, Εὐτροπίῳ, Εὐσταθίῳ, Μαρκέλλῳ, Εὐσεβίῳ, Μαξιμιανῷ, Εὐγενίῳ, Γεροντίῳ, καὶ Θύρσῳ, καὶ πᾶσι τοῖς κατὰ Μακεδονίαν ὀρθοδόξοις ἐπισκόποις.
Not analysed yet
Πολλὴ μὲν ὑμῶν τῆς ἀγάπης καὶ ἡ ἔμπροσθεν σπουδὴ, καὶ χάριτας ὑπὲρ τούτων ὁμολογοῦμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ ἔστητε μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας, μηδενὶ εἴκοντες τῶν συναρπάζειν ἐπιχειρούντων· παρακαλοῦμεν δὲ καὶ τὸ τέλος ἐπιθεῖναι οἷον προσῆκόν ἐστιν. Ὅσῳ γὰρ πλείονα τὰ τῶν καμάτων ὑμῖν, μείζονα καὶ τὰ τῶν ἀντιδόσεων ἔσται, καὶ τῶν ἀμοιβῶν παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ ἐπεθυμοῦμεν κατὰ πρόσωπον ὑμῶν θεάσασθαι τὴν τιμιότητα. Ἐπειδὴ δὲ τὰ τῆς ἐξορίας δεσμὰ τοῦτο ἡμᾶς παρείλετο, καὶ ἐν ἑνὶ καθεῖρξε χωρίῳ, τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον ἀπεστάλκαμεν, καὶ δι' αὐτοῦ τήν τε ὀφειλομένην πρόσρησιν ἀποδιδόαμεν, καὶ δηλοῦμεν, ὅτι χάριτας πολλὰς καὶ μεγάλας ὁμολογοῦντες ὑμῶν τῇ θεοσεβείᾳ οὐ διαλιμπάνομεν, καὶ ἀξιοῦντες ὑπὲρ τῆς μακρᾶς σιγῆς τῆς ἔμπροσθεν συγγνώμην ἡμῖν νεῖμαι. Οὐ γὰρ δὴ ῥᾳθυμοῦντες, οὐδὲ κατολιγωροῦντες ὑμῶν, τοσοῦτον ἐσιγήσαμεν χρόνον· ἀλλ' ἐπειδὴ νῦν πρῶτον εὕρομεν τὸν δυνάμενον ἐκεῖσε διαβῆναι, ἔνθα διατρίβετε νῦν, καὶ τὰ παρ' ἡμῶν διακομίσαι γράμματα, γράφομεν ὑμῖν δηλοῦντες, ἐν οἷς ἐσμεν. Δεξάμενοι τοίνυν αὐτὸν μετ' εὐνοίας καὶ διαθέσεως γνησίας, τὰ περὶ τῆς ὑγείας ὑμῶν δηλοῦν ἡμῖν παρακλήθητε. Μεγίστην γὰρ ἀπὸ τῶν τοιούτων γραμμάτων, καὶ ἐν ἐρημίᾳ καθήμενοι, ἕξομεν παραμυθίαν.