Ancient Greek · ~4 min
Ἀλεξάνδρῳ ἐπισκόπῳ Κορίνθου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀλεξάνδρῳ ἐπισκόπῳ Κορίνθου.
Not analysed yet
Οἶσθα τὴν ἀγάπην, ἣν ἐπεδειξάμεθα περὶ τὴν σὴν τιμιότητα, καὶ πῶς ὀλίγα σοι συγγενόμενοι, συνεδέθημέν σου τῷ πόθῳ. Διὸ καὶ σφόδρα ἐθαυμάσαμεν, ὅτι ἐν οὕτω χρόνῳ μακρῷ οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω. Καὶ οἶδα μὲν ὅτι γραμματηφόρων προβαλῇ σπάνιν, καὶ οὐδὲν ἀπεικός. Εἰ γὰρ καὶ πολλοὶ οἱ ἐκεῖθεν ἀφικνούμενοι, ἀλλ' ἔνθα καθήμεθα νῦν οὐδεὶς ἂν ταχέως παραγένοιτο τῶν ἐκεῖθεν ἐρχομένων. Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ἡμῖν εἰς τὸ μηδὲ ἅπαξ δέξασθαι γράμματα. Ἐπεὶ καὶ ἡμεῖς εἰς ταύτην ἔχοντες ἀναχωρῆσαι τὴν πρόφασιν, οὐδὲ οὕτως ἐσιγήσαμεν, ἀλλὰ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον ἀναστήσαντες, ἐντεῦθεν ἐπέμψαμεν, ὥστε καὶ τῇ σῇ συντυχεῖν τιμιότητι, καὶ ταύτην ἡμῶν τὴν προσηγορίαν ἀποκομίσαι, καὶ μαθεῖν περὶ τῆς ὑγείας τῆς σῆς, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Ἰδὼν τοίνυν αὐτὸν μετ' εὐνοίας, καὶ ἀγάπης, καὶ τῆς προσηκούσης φιλοφροσύνης, ὡς μέλος ἡμέτερον, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ῥώσεώς σου δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Μεγίστην γὰρ ἡμῖν ἀπὸ τῶν γραμμάτων, καὶ ἐν ἐρημίᾳ καθεζομένοις, παρέξεις τὴν παράκλησιν.