Ancient Greek · ~2 min
Ἀσέλλῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀσέλλῳ ἐπισκόπῳ.
Not analysed yet
Οἶδα μὲν ὅτι οὐδὲν ὑμῖν δεῖ γραμμάτων εἰς τὸ διαναστῆναι, καὶ ἀντιλαβέσθαι τῆς διορθώσεως τῶν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς κατειληφότων κακῶν. Καὶ τοῦτο δι' ὧν πεποιήκατε, ἐπεδείξασθε, αὐτοπαράκλητοι τοσαύτην παρασχόντες σπουδήν. Ἀλλ' ἐπειδὴ τὰ κακὰ ἔτι μένει ἀδιόρθωτα, διὰ τὴν ἄνοιαν τῶν τοσαῦτα παρανομησάντων, ἀναγκαῖον εἶναι ἐνομίσαμεν παρακαλέσαι ὑμῶν τὴν εὐλάβειαν, ὥστε μὴ ἀποκαμεῖν, μηδὲ περικακῆσαι, ἀλλ' ἀκμαζούσῃ χρήσασθαι τῇ προθυμίᾳ, καὶ τὰ παρ' ἑαυτῶν πάλιν ἅπαντα εἰσενεγκεῖν. Ὅσῳ γὰρ ἂν ἀνίατα νοσῶσιν οἱ πρὸς τὴν τῶν Ἐκκλησιῶν κατάστασιν στασιάζοντες, τοσούτῳ κἀκείνων πλέον ἔσται τὸ κρῖμα, καὶ ὑμῖν τοῖς μὴ ἀποκάμνουσι λαμπρότερος ὁ μισθὸς, καὶ μείζους οἱ στέφανοι.