Ancient Greek
Ἐπισκόποις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐπισκόποις.
Not analysed yet
Καὶ ἰδίᾳ ἑκάστῳ, καὶ κοινῇ πᾶσιν ὑμῖν ὀφείλομεν χάριτας, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν ἐπίσκοποι, κληρικοὶ διαφόρων πόλεων, λαοὶ ποικίλως ἐλαυνόμενοι, ὅτι πατρικὰ σπλάγχνα ἐπιδειξάμενοι, συνηλγήσατε, ἔστητε γενναίως, τὰ παρ' ὑμῶν αὐτῶν πάντα εἰσηνέγκατε. Διὰ ταῦτα πάντες ὑμᾶς ἀνακηρύττουσι, στεφανοῦσιν, ἐπὶ στόματος φέρουσιν ὑμῶν τὰ κατορθώματα. Εἰ δὲ παρὰ ἀνθρώπων τοιαῦται αἱ τιμαὶ, ἐννοήσατε παρὰ τοῦ φιλανθρώπου Θεοῦ πόσαι ὑμῖν αἱ ἀντιδόσεις. Ταῦτ' οὖν εἰδότες, τιμιώτατοι δέσποταί μου καὶ εὐλαβέστατοι, κἂν οἱ θορυβοῦντες τὰς Ἐκκλησίας ἀνίατα νοσῶσι, μὴ παύσησθε τὴν παρ' ὑμῶν αὐτῶν εἰσφέροντες θεραπείαν. Ὅσῳ γὰρ ἂν πλείονα τὰ κωλύματα ᾖ καὶ πλείων ἡ δυσκολία, τοσούτῳ καὶ μείζων ὑμῖν ὁ μισθός. Εἰ γὰρ ποτόν τις ψυχρὸν ἐπιδοὺς, οὐκ ἄμισθον ἕξει τὴν βραχεῖαν φιλοφροσύνην· οἱ τοσαῦτα καὶ ποιῆσαι καὶ παθεῖν ἑλόμενοι ὑπὲρ Ἐκκλησιῶν ταρασσομένων, ἐννοήσατε ἡλίκην λήψεσθε τὴν ἀμοιβὴν, καὶ πόσα ὑμᾶς ἀναμένει τῶν καλῶν πόνων τὰ βραβεῖα.