Ancient Greek
Ἀσυγκριτίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀσυγκριτίᾳ.-3
Not analysed yet
Ἐμοὶ μὲν περισπούδαστον τὸ συνεχῶς ὑμῖν ἐπιστέλλειν· τῆς γὰρ διαθέσεως ὑμῶν, καὶ τῆς αἰδοῦς, καὶ τῆς τιμῆς, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπεδείξασθε, ὅπουπερ ἂν ἀφικώμεθα, ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ἔχομεν ὑμῶν διηνεκῶς τὴν μνήμην ἀκμάζουσαν πανταχοῦ περιφέροντες. Εἰ δὲ μὴ ὁσάκις ἐβουλόμεθα ἐπεστάλκαμεν, ἀλλὰ σπανιάκις, τοῦτο οὐ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας, ἀλλὰ τῆς τῶν πραγμάτων ἀνάγκης, καὶ τοῦ τὴν ὁδὸν ἄβατον ὁδοιπόροις εἶναι νῦν. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, καὶ γραφόντων ἡμῶν, καὶ σιγώντων, ὁμοίως διάκεισο περὶ τῆς διαθέσεως, ἣν ἀεὶ περὶ ὑμᾶς ἐπεδειξάμεθα.