Ancient Greek · ~2 min
Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μαρκιανῷ καὶ Μαρκελλίνῳ.-3
Not analysed yet
Τοῦτο καὶ ἡμῖν τῆς μακρᾶς σιγῆς αἴτιον γίνεται, ὃ καὶ τῇ εὐγενείᾳ τῇ ὑμετέρᾳ· ἀλλὰ σιγῆς οὐ τῆς κατὰ τὴν γνώμην, ἀλλὰ τῆς κατὰ τὴν γλῶτταν. Ὡς τῇ διανοίᾳ καὶ ἐπιστέλλομεν, καὶ προσφθεγγόμεθα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς, τὴν εὐγενεστάτην καὶ ἐμμελεστάτην ὑμῶν ψυχὴν, καὶ ἐγκολάψαντες ὑμᾶς τῷ συνειδότι, πανταχοῦ περιφέρομεν· τοιοῦτον γὰρ τὸ φιλεῖν γνησίως. Ταῦτ' οὖν εἰδότες, κύριοί μου ποθεινότατοι καὶ τιμιώτατοι, ἐπιστέλλετε μὲν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦντες. Θαῤῥεῖτε δὲ, ὅτι καὶ σιγώντων ὑμῶν τὴν αὐτὴν περὶ τῆς ἀγάπης ὑμῶν ψῆφον οἴσομεν, ἣν καὶ γραφόντων, ἀπὸ τῆς γνώμης ταῦτα ψηφιζόμενοι τῆς ὑμετέρας.