Ancient Greek · ~4 min
Ἐλπιδίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐλπιδίῳ ἐπισκόπῳ.
Not analysed yet
Ἡμεῖς μὲν ἐβουλόμεθα συνεχῶς ἐπιστέλλειν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ οἶσθα τοῦτο καὶ αὐτὸς, δέσποτα τιμιώτατε· ἀλλ' ἐπειδὴ τοῦτο ἡμᾶς παραιρεῖται τὸ μηδένα συνεχῶς ἡμῖν ἐπιχωριάζειν (ἥ τε γὰρ ἐρημία τοῦ χωρίου τούτου, ὅ τε τῶν λῃστῶν φόβος ταύτην ἐπιτείνων, λοιπὸν δὲ καὶ ἡ τοῦ ἔτους ὥρα τὰς ὁδοὺς ἀποτειχίζουσα, πᾶσιν ἄβατον ποιεῖ τὴν Κουκουσὸν), ἀλλ' ἡνίκα ἂν ἐπιτύχωμεν γραμματηφόρων, πληροῦμεν ἡμῶν τὴν ἐπιθυμίαν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Ὃ δὲ καὶ νῦν πεποιήκαμεν διὰ τῶν κυρίων μου τῶν τιμιωτάτων πρεσβυτέρων, τήν τε ὀφειλομένην ἀποδιδόντες πρόσρησιν τῇ θεοσεβείᾳ σου, καὶ παρακαλοῦντες ἡνίκα ἂν ἐξῇ καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας δηλοῦν τῆς σῆς. Οὐ γὰρ ἀγνοεῖς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ὅπως ἡμῖν περισπούδαστον ἀεὶ περὶ ταύτης μανθάνειν. Εἰ γὰρ καὶ πρὸς αὐτὰς ἀπῳκίσθημεν τῆς καθ' ἡμᾶς οἰκουμένης τὰς ἐσχατιὰς, ἀλλ' ὅμως τῆς ἀγάπης σου τῆς γνησίας καὶ θερμῆς, τῆς εἰλικρινοῦς καὶ ἀδόλου ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, περιφέροντες αὐτὴν ἄπιμεν, μεγίστην ἐντεῦθεν καρπούμενοι τὴν παραμυθίαν.