Ancient Greek
Μάγνῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μάγνῳ ἐπισκόπῳ.
Not analysed yet
Εἰ καὶ αὐτὸς ἡμῖν οὐκ ἐπέσταλκας, καίτοι τῶν κυρίων μου τῶν πρεσβυτέρων παραγενομένων, ἀλλ' ἡμεῖς τῆς τε ἄνωθέν σου φιλίας μεμνημένοι, καὶ τὴν τῶν τρόπων σου θαυμάζοντες ἐπιείκειαν, καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν, εἰδότες δὲ καὶ τὸ φίλτρον, ὃ ἀεὶ περὶ ἡμᾶς ἐπεδείξω, πρότεροι τοῖς πρὸς τὴν σὴν ἐμμέλειαν ἐπεπηδήσαμεν γράμμασι, χάριτάς τέ σοι ὁμολογοῦμεν τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπιδείκνυσαι· οὐ γὰρ ἔλαθεν ἡμᾶς τοῦτο, καίτοι γε ἐκ τοσούτου καθημένους διαστήματος· παρακαλοῦμεν οὖν, ἡνίκα ἂν ἐξῇ, γράφειν ἡμῖν συνεχῶς, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι. Ὅταν γὰρ ἀκούσωμεν τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς, καὶ γενναίους, οὕτω διεγηγερμένους, νήφοντάς τε καὶ ἐγρηγορότας περὶ τὴν τῶν Ἐκκλησιῶν πρόνοιαν, ἐν ὑγιείᾳ διάγειν, πολλὴν καὶ ἐντεῦθεν καρπούμεθα τὴν παράκλησιν. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, μὴ κατόκνει συνεχῶς ταῦτα ἡμῖν δηλοῦν. Οὕτω γὰρ, κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ταύτης συνεχῶς ἀπολαύοντες τῆς παραμυθίας.