Ancient Greek · ~4 min
Ἐλπιδίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐλπιδίῳ ἐπισκόπῳ.-6
Not analysed yet
Πολλὰς ἔχω χάριτας τῷ κυρίῳ μου τῷ ποθεινοτάτῳ Λιβανίῳ, ὅτι καὶ οἴκοθεν ἀνέστη, καὶ ἐνταῦθα παρεγένετο, καὶ πάλιν πρὸς τὴν σὴν εὐλάβειαν ἀφίκετο, καὶ τούτῳ μάλιστα χάριτας αὐτῷ οἶδα. Ἐμοὶ γὰρ πᾶσα σπουδὴ, τιμῆς σε καὶ θεραπείας ἀπολαύειν ἁπάσης παρὰ πάντων· οὐκ ἐπειδὴ αὐτῷ σοὶ τούτων δεῖ, ἀλλ' ἐπειδὴ τοῦτο συμφέρει ταῖς Ἐκκλησίαις, ταῖς τε χειμαζομέναις, ταῖς τε ἀχειμάστοις. Ἀποδεχόμενος τοίνυν αὐτὸν τῆς εὐνοίας, δέσποτά μου τιμιώτατε καὶ θεοφιλέστατε, καὶ πάντα παρ' αὐτοῦ μαθὼν μετὰ ἀκριβείας, τά τε ἐν Ἀντιοχείᾳ, καὶ τὰ ἡμέτερα (καὶ γὰρ καὶ ταῦτα ἐρεῖ, ὀλίγον μὲν ἡμῖν συγγενόμενος χρόνον, μαθὼν δὲ ὅπως διάγομεν), ἔκπεμψον αὐτὸν χαίροντα καὶ εὐφραινόμενον. Καὶ γὰρ καὶ τῆς θεοσεβείας ἐκκρέμαται τῆς σῆς, καὶ ἡμῶν σφοδρός ἐστιν ἐραστής. Τὸν δεσπότην μου τὸν ποθεινότατον καὶ τιμιώτατον Ἀσυγκρίτιον τὸν πεσβύτερον προσειπεῖν παρ' ἡμῶν παρακλήθητι μετὰ τῶν ποθεινοτάτων αὐτοῦ τέκνων, καὶ πάντα σου τὸν κλῆρον, ὃν ἐπαίδευσας ἐν βραχεῖ τὸν σὸν περὶ ἡμᾶς μιμεῖσθαι ἔρωτα. Οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἔλαθεν, ὅσην περὶ ἡμᾶς ἐπιδείκνυνται ἀγάπην, καὶ πῶς πάντα καὶ παθεῖν καὶ ποιῆσαι τούτου ἕνεκεν παρεσκευασμένοι εἰσί. Τοῦτο δὲ ὅλον κατόρθωμα τῆς θεοσεβείας τῆς σῆς.