Ancient Greek · ~5 min
Ἐπισκόποις ἐλθοῦσι μετὰ τῶν ἀπὸ τῆς Δύσεως ἐλθόντων ἐπισκόπων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐπισκόποις ἐλθοῦσι μετὰ τῶν ἀπὸ τῆς Δύσεως ἐλθόντων ἐπισκόπων.
Not analysed yet
Ἐθαυμάσαμεν ὑμῶν καὶ τὴν ἔμπροσθεν προθυμίαν τε καὶ σπουδὴν, ἣν ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων ἐπεδείξασθε. Ἐπεὶ δὲ καὶ μακρὰν οὕτως ἀποδημίαν προσεθήκατε, καὶ πάντα ὄκνον ἐκβαλόντες, μετὰ τῆς προσηκούσης ὑμῖν ἀνδρείας τοσαύτην ὁδὸν ἐστείλασθε, οὐχ ὡς ἔτυχε καὶ διὰ τοῦτο ὑμᾶς ἐκπληττόμεθα, καὶ εὐχαριστοῦντες οὐ διαλιμπάνομεν, καὶ διὰ γραμμάτων νῦν, καὶ χωρὶς γραμμάτων. Οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν θαυμάζονται, καὶ κήρυκες ὑμῶν γίνονται διαπαντὸς τῆς στεῤῥότητος τῆς ἀκλινοῦς, καὶ θερμῆς ἀγάπης, καὶ τῆς ἀπεριτρέπτου γνώμης. Καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε ταλαιπωρίαν ἀποδημίας ἡγοῦνταί τι βαρὺ λοιπὸν καὶ ἐπαχθὲς, ὑπὲρ τοῦ δραμεῖν, καὶ ἰδεῖν ὑμῶν τὰ τοσαῦτα κατορθώματα. Διὸ δὴ καὶ ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος, καίτοι γε ἀσθενεῖ κεχρημένος σώματι, πάντα εἵλετο παθεῖν ὑπὲρ τούτου παραγενόμενος καὶ τῆς κατ' ὄψιν ἀπολαῦσαι συνουσίας ὑμῶν. Δεξάμενοι τοίνυν αὐτὸν μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης, κἂν ἐπὶ μεῖζον αἴρηται τὰ δεινὰ, παρακαλοῦμεν μὴ κατοκνῆσαι διορθουμένους αὐτὰ, ἀλλ' ἄξιον τῶν προοιμίων ἐπιθεῖναι τὸ τέλος. Ἴστε γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὑπὲρ τοσούτων Ἐκκλησιῶν ταραττομένων πονουμένοις, καὶ πάντα ποιουμένοις, ὥστε εἰς εὐδιεινὸν αὐτὰς ὁρμίσαι λιμένα.