Ancient Greek · ~4 min
Ἑορτίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἑορτίῳ ἐπισκόπῳ.
Not analysed yet
Ἐγὼ μὲν ἐπεθύμουν καὶ γράμματα δέξασθαι τῆς σῆς τιμιότητος περὶ τῆς ὑγείας τῆς σῆς ἡμῖν δηλοῦντα. Οἶσθα γὰρ ὅπως ἀεὶ περὶ τὴν σὴν διετέθημεν εὐλάβειαν, δέσποτα τιμιώτατε. Ἀλλ' ἐπειδὴ τοῦτο ἴσως τῶν γραμματηφόρων ὑμᾶς περιείλετο ἡ σπάνις, ἡμεῖς, ἐπιτυχόντες τῶν πρὸς τὴν σὴν εὐλάβειαν ἀφικνουμένων, πρότεροι τοῖς γράμμασιν ἐπεπηδήσαμεν τοῖς πρὸς τὴν σὴν τιμιότητα, καί σε παρακαλοῦμεν, ἡνίκα ἂν ἐξῇ, καὶ αὐτὸν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦν. Οἰκοῦμεν γὰρ χωρίον ἐρημότατον, καὶ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότερον· πολιορκούμεθα καὶ φόβῳ λῃστῶν, καὶ πολλὰς ὡς ἐν ἀλλοτρίᾳ καὶ ἐν τοσαύτῃ ἐρημίᾳ θλίψεις ὑπομένομεν· πλὴν ἐὰν ὑμῶν τῶν σφόδρα ἡμᾶς ἀγαπώντων πυκνῶς ἐπιτυγχάνωμεν γραμμάτων τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλούντων, πολλὴν καὶ ἐν τοσαύταις περιστάσεσιν ὄντες καρπωσόμεθα παράκλησιν. Οἶσθα γὰρ ὅση ἀγάπης δύναμις, καὶ ὡς οὐ παρουσία τῶν φιλούντων μόνον, ἀλλὰ καὶ γράμματα πολλὴν φέρει τὴν παραμυθίαν. Ταῦτ' οὖν εἰδὼς ἐπιδαψιλεύου ταύτην ἡμῖν τὴν εὐφροσύνην, συνεχέστερον τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν, περὶ ἧς μάλιστα περισπούδαστον ἡμῖν μανθάνειν.