Ancient Greek · ~3 min
Μαρκελλίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μαρκελλίνῳ.
Not analysed yet
Μακρὰν μὲν ἐσιγήσαμεν ἀμφότεροι σιγὴν πρὸς ἀλλήλους, τῆς δὲ ἀγάπης σου τῆς ἀρχαίας καὶ γνησίας ἡμῖν ἐκείνης οὐκ ἐπιλελήσμεθα, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ ὅπουπερ ἂν ἀπίωμεν, αὐτὴν περιφέρομεν, μεγίστην ἐντεῦθεν καρπούμενοι τὴν παράκλησιν. Διὸ δὴ καὶ νῦν ἐπιτυχόντες τῶν πρὸς τὴν σὴν εὐγένειαν ἀφικνουμένων, τήν τε ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καὶ δηλοῦμεν, ὅτι κἂν πρὸς αὐτὰς ἀπενεχθῶμεν τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἔχοντές σε ἄπιμεν ἐν διανοίᾳ ἐγκεκολαμμένον ἡμῶν τῷ συνειδότι. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις οὐ τὸ γράφειν μόνον, ἀλλὰ καὶ τὸ δέχεσθαι γράμματα παρὰ τῶν οὕτω φιλουμένων, πολλὴν φέρει τὴν ἡδονὴν, διπλασίασον ἡμῖν τὴν εὐφροσύνην, δέσποτα τιμιώτατε, καὶ ἡνίκα ἂν ἐξῇ, γράφε συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς δηλῶν. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον ταῦτα μανθάνειν, καὶ ὅσην καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν.