Ancient Greek · ~3 min
Ἡσυχίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἡσυχίῳ.-2
Not analysed yet
Ἐγὼ μέν σε καὶ ἰδεῖν ἐπεθύμουν, καὶ οὐκ ἄν με ἐκώλυσεν οὔτε ὁ τῶν Ἰσαύρων φόβος, οὔτε ἡ τοῦ σώματος ἀσθένεια, εἴ γε ἐπ' ἐμοὶ τὸ κινεῖσθαι, ὅπουπερ ἐβουλόμην, ἔκειτο· σὲ δὲ, καίτοι κύριον ὄντα τούτου, οὐδὲ οὕτως ἔλκω, οὐδὲ ἀναστῆναι οἴδοθεν παρακαλῶ, καὶ πρὸς ἡμᾶς δραμεῖν. Ἀλλὰ καὶ τῆς ὥρας τοῦ ἔτους τοῦτο ἐπιτρεπούσης, καὶ τῆς ἀποδημίας δι' ὀλίγου σοι γινομένης (οὐ γὰρ πολλῷ διειργόμεθα τῷ μέσῳ), ὅμως ἑλκύσαι σε ἐνταῦθα οὐκ ἂν ἑλοίμην, διὰ τὸν τῶν Ἰσαύρων φόβον. Παρακαλῶ δὲ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας ἐπιστέλλειν τῆς σῆς· οὐ γὰρ δήπου καὶ πρὸς τοῦτο κώλυμα τῶν λῃστῶν ἔσται σοι ἡ καταδρομή. Δίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, ῥᾳδίαν τε οὖσαν, καὶ εὔκολον, καὶ πολλὴν παρέχουσαν ἡμῖν τὴν εὐφροσύνην. Οἶσθα γὰρ ἡλίκα ἡμῖν χαριῇ, ταύτην περὶ ἡμᾶς ἐπιδεικνύμενος τὴν φιλοτιμίαν.