Ancient Greek
Ὀνησικρατίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ὀνησικρατίᾳ.
Not analysed yet
Σφόδρα ἠλγήσαμεν καὶ ἡμεῖς ἀκούσαντες περὶ τῆς μακαρίας θυγατρός σου. Ἀλλ' ὅμως εἰδότες τὸ φιλόσοφόν σου τῆς διανοίας, καὶ τὸ ὑψηλὸν τῆς γνώμης, πάνυ θαῤῥοῦμεν ὡς ἀνωτέρα στήσῃ τῶν τοιούτων κυμάτων. Μὴ λυπεῖσθαι μὲν γὰρ ἀμήχανον, παρακαλοῦμεν δὲ συμμέτρως τοῦτο ποιεῖν εἰδυῖαν τὸ ἐπίκηρον τῶν ἀνθρωπίνων πραγμάτων, καὶ ὡς κοινὰ ταῦτα πᾶσι τὰ πάθη, καὶ ὡς φύσεως νόμος κοινὸς, καὶ τοῦ πάντων ἡμῶν Δεσπότου Θεοῦ ἀπόφασις. Οὐ γὰρ δὴ θάνατος τοῦτο, ἀλλ' ἀποδημία καὶ μετάστασις ἀπὸ τῶν χειρόνων πρὸς τὰ βελτίω. Ταῦτ' οὖν ἅπαντα λογιζομένη, φέρε γενναίως τὸ συμβὰν, καὶ εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ. Εἰ γὰρ καὶ χαλεπωτέρα ἡ πληγὴ γέγονε, πρὸς τὸ νεαρὰν οὖσαν τὴν προτέραν καταλαβεῖν, ἀλλὰ καὶ λαμπρότερός σοι ὁ στέφανος τῆς ὑπομονῆς, καὶ μείζω τὰ βραβεῖα, μετ' εὐχαριστίας καὶ δοξολογίας φερούσῃ τὸ πάθος. Ἵν' οὖν καὶ ἡμεῖς μὴ σφόδρα ἀλγῶμεν, ἀλλ' εἰδῶμεν σαφῶς ὅτι γέγονέ σοί τι πλέον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, μὴ κατοκνήσῃς ἡμῖν γράψαι τοῦτο αὐτὸ, δηλοῦσα ὅτι σοι τῆς ἀθυμίας διεσκεδάσθη τὸ νέφος, καὶ τὸ πολὺ τῆς ὀδύνης τοῦ ἕλκους ὑποτέτμηται. Εἰ γὰρ ταῦτα μάθοιμεν, οὐ παυσόμεθα νιφάδας ἐπιστολῶν πέμπειν σοι· καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἀντεχόμεθά σου τῆς εὐγενείας, γνησίας ἀεὶ καὶ εἰλικρινοῦς καὶ τιμῆς, καὶ αἰδοῦς, καὶ ἀγάπης ἀπολαύσαντες παρὰ τῆς σῆς κοσμιότητος. Ὧν συνεχῶς μεμνημένοι, ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν τηροῦμεν, κἂν πρὸς αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιάς.