Ancient Greek · ~3 min
Ὑμνητίῳ ἀρχιατρῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ὑμνητίῳ ἀρχιατρῷ.
Not analysed yet
Οὐ παυσόμεθά σε παρὰ πᾶσι θαυμάζοντες, καὶ ὡς ἅνδρα χρηστὸν, καὶ ὡς ἰατρὸν ἅριστον, καὶ ὡς φιλεῖν εἰδότα γνησίως. Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Τοσοῦτον γὰρ ἡμῖν φίλτρον ἐνέθηκας, ὅτι καίτοι γε ὑγιαίνοντες πολλοῦ ἂν ἐπριάμεθά σε ἐνταῦθα ἑλκύσαι, ὥστε σε μόνον ἰδεῖν. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες, καὶ διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, τοῦτο μὲν οὐκ ἐπιχειροῦμεν τέως· ἀξιοῦμεν δὲ συνεχῶς ἐπιστέλλειν. Δυνήσῃ γὰρ ἡμῖν τὴν ἐκ τῆς παρουσίας ἡδονὴν χαρίζεσθαι τῇ συνεχείᾳ τῶν γραμμάτων, τῷ μέλιτί σου τῶν τρόπων τὰ γράμματα ἀναχρωννύς.