Ancient Greek
Φιρμίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Φιρμίνῳ.
Not analysed yet
Εἰς μὲν τὴν συνουσίαν σου μεγάλα ἡμᾶς τὸ ἀῤῥωστεῖν σε ἐζημίωσεν· εἰς δὲ τὴν ἀγάπην οὐδὲ μικρὰ παρέβλαψεν. Ἤρκεσε γὰρ ἡμῖν καὶ τὸ ἅπαξ σοι συγγενέσθαι, εἰς τὸ γενέσθαι σου σφοδροὺς ἐραστάς. Τούτου δὲ αἴτιος αὐτὸς, οὕτως ἐκ προοιμίων σφοδρὸν καὶ μανικὸν περὶ ἡμᾶς ἐπιδειξάμενος ἔρωτα, καὶ οὐκ ἀφεὶς δεηθῆναι τῆς ἀπὸ τοῦ χρόνου πείρας, ἀλλ' ὁμοῦ τε φανεὶς, καὶ ἑλὼν, καὶ μετὰ ἀκριβείας σαυτῷ προσδήσας ἡμᾶς. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς γράφομεν, καὶ ἅπερ ἐπιθυμεῖς ἀκοῦσαι δηλοῦμεν. Τίνα δὲ ταῦτά ἐστιν; Ὑγιαίνομεν· ἀδεῶς τὴν ὁδὸν διηνύσαμεν· ἐντρυφῶμεν ἡσυχίᾳ καὶ ἀπραγμοσύνῃ πολλῇ· πολλῆς παρὰ πάντων ἀπολαύομεν εὐνοίας· ἄφατον καρπούμεθα παραμυθίαν. Οὐδεὶς ὁ ἐλαύνων ἐνταῦθα, οὐδὲ ἐνοχλῶν. Καὶ τί θαυμάζεις εἰ ἐν τῇ πόλει, ὅπου γε καὶ τὴν ὁδὸν μετὰ πολλῆς ἠνύσαμεν τῆς ἀδείας; Δήλου δὴ καὶ αὐτὸς ἡμῖν τὰ σὰ, ἵν' ὥσπερ σὲ τούτοις ἥσαμεν τοῖς διηγήμασιν, οὕτω καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς εὐφροσύνης, τὰ περὶ τῆς ὑγείας τῆς σῆς μανθάνοντες. Οἶσθα γὰρ ἡλίκην ἐντίθησι τὴν ἡδονὴν τοῖς φιλεῖν ἐπισταμένοις γνησίως τὸ χρηστόν τι περὶ τῶν ἀγαπωμένων μανθάνειν.