Ancient Greek · ~4 min
Ῥωμανῷ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ῥωμανῷ πρεσβυτέρῳ.-2
Not analysed yet
Οὐ μέχρι τῆς Ἀρμενίας μόνον, οὐδὲ τῆς Καππαδόκων χώρας, ἀλλὰ καὶ ποῤῥωτέρω, τῆς ἀγάπης σου καὶ τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπεδείξω διηνεκῶς, σάλπιγγος λαμπροτέρα ἡ φήμη παραγέγονε. Διόπερ καὶ ἡμεῖς σφόδρα καλλωπιζόμεθα ἐπὶ τῇ διαθέσει τῆς εὐλαβείας σου, καὶ μακαρίζοντές σε οὐ διαλιμπάνομεν, καί σου δεόμεθα συνεχῶς ἐπιστέλλειν ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πόῤῥω ὑμῶν ἀπῳκίσμεθα, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει συνδεδέμεθά σοι, ἣν ἐξ ἀρχῆς διάθεσιν περὶ τὴν σὴν τιμιότητα ἐπεδειξάμεθα, ταύτην, μᾶλλον δὲ καὶ πολλῷ πλείονα καὶ θερμοτέραν νῦν ἔχοντες. Οὐδὲν γὰρ ὑμᾶς οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε τῆς ὁδοῦ τὸ μῆκος ῥᾳθυμοτέρους εἰς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ σπουδαιοτέρους. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ λογισάμενος ἡλίκην ἡμῖν χαριῇ χάριν συνεχέστερον ἐπιστέλλων, γράφε ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ προηγουμένως διηνεκῶς ἐν ταῖς ἁγίαις σου μεμνημένος εὐχαῖς· ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν συμμαχίαν.