Ancient Greek
Γεμέλλῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Γεμέλλῳ.
Not analysed yet
Τί τοῦτο; Ὅτε ἡ τοσαύτη καὶ τηλικαύτη πόλις ἑορτὴν ἄγει λαμπρὰν (τοῦτο γὰρ τὴν ἀρχὴν καλῶ τὴν σὴν), τότε ἡμᾶς ἐν πλείονι κατέστησας κατηφείᾳ, μακρὰν οὕτω σιγήσας σιγήν; Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν πολλῶν ὁ τοῦτο πεπονθὼς, καὶ τὴν αἰτίαν ῥᾳδίως ἂν εὗρον. Τίς δέ ἐστιν αὕτη; Εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ἡνίκα ἂν μείζονος ἀρχῆς ἐπιλάβωνται, καὶ ἐν ὄγκῳ φρονήματος γίνεσθαι μείζονι· ἐπὶ δὲ τῆς σῆς μεγαλοπρεπείας φιλοσοφεῖν εἰδυίας, καὶ ἀκριβῶς διεσκεμμένης τῶν ἐπικήρων τούτων καὶ ῥεόντων πραγμάτων τὴν φύσιν, καὶ οὐκ ἀπατωμένης τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς, ἀλλὰ γυμνὰ τῶν προσώπων τὰ πράγματα καταμανθανούσης, τὴν αἰτίαν οὐ δύναμαι τῆς σιγῆς εὑρεῖν. Ἀλλ' ὅτι μὲν ἡμᾶς ὁμοίως ἐρᾷς καὶ νῦν ὥσπερ καὶ ἔμπροσθεν, μᾶλλον δὲ μειζόνως νῦν ἢ ἔμπροσθεν, οἶδα σαφῶς. Τίνος δὲ ἕνεκεν οὕτω διακείμενος τοσοῦτον ἐσίγησας χρόνον, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπορῶ. Λῦσον δὴ ἡμῖν τὸ αἴνιγμα δι' ἐπιστολῆς, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθές. Καὶ πρὸ τῆς ἐπιστολῆς ἐκείνης τοὺς ταύτην σοι κομίζοντας τὴν ἐπιστολὴν, λέγω δὴ τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καὶ τοὺς σὺν αὐτῷ δίδαξον, ὅπερ καὶ ἡμεῖς πεπείσμεθα, ὅτι ῥᾳθυμίας οὐκ ἦν ἡ σιγή. Ἀρκεῖ γὰρ τοῦτο εἰπεῖν, εἰς τὸ τυχεῖν αὐτοὺς φιλοφροσύνης παρὰ τῆς σῆς θαυμασιότητος.