Ancient Greek · ~14 min
Letter 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 11.1.1
Not analysed yet
Ἐπετάθη τὰ τῆς θλίψεως ὑμῖν καὶ πλατύτερα πάλιν ἐτέθη τὰ σκάμματα καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι καὶ πρὸς μείζονα φλόγα τῶν ἐπιβουλευόντων ὑμῖν αἴρεται ὁ θυμός. Ἀλλ' οὐ θορυβεῖσθαι οὐδὲ ταράττεσθαι, ἀλλὰ διὰ ταῦτα μὲν οὖν μάλιστα χαίρειν δεῖ καὶ σκιρτᾶν καὶ στεφανοῦσθαι καὶ χορεύειν. Εἰ γὰρ μὴ καιρίας ἐν τοῖς ἔμπροσθεν ἐδώκατε τῷ διαβόλῳ τὰς πληγάς, οὐκ ἂν οὕτως ἠγριώθη τὸ θηρίον ὡς καὶ περαιτέρω προελθεῖν. Δεῖγμα τοίνυν καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης ἐκείνου τῆς πολλῆς, τὸ μειζόνως ἐφάλλεσθαι καὶ ἐπιπηδᾶν καὶ πλείονα ἐπιδείκνυσθαι τὴν ἀναισχυντίαν καὶ δαψιλέστερον ἐκχεῖν τὸν ἰόν. Ἐπεὶ καὶ ἐπὶ τοῦ μακαρίου Ἰώβ, ἐπειδὴ ἐν τῇ τῶν χρημάτων ἀποβολῇ ἡττήθη καὶ τῇ τῶν παίδων ἀφαιρέσει, δεῖγμα καὶ τότε ἐκφέρων τοῦ χαλεπὰ τραύματα δέξασθαι, ἐπὶ τὸ κεφάλαιον ὥρμησε τῶν κακῶν, τὴν τῆς σαρκὸς πολιορκίαν, τὴν τῶν σκωλήκων πηγήν, τὸν τῶν τραυμάτων χορόν· χορὸν γὰρ αὐτὸν ἐγὼ καὶ στέφανον καλῶ καὶ μυρίων βραβείων ἐσμόν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλ' ἐπειδὴ οὐδὲν ὑπελείπετο ἕτερον αὐτῷ μηχάνημα τοιοῦτον—ὡς γὰρ ἔσχατον ὅρον συμφορῶν, οὕτως τὴν νόσον ἐπήγαγεν ἐκείνην—, καὶ ἕτερα πάλιν ἐκίνει μηχανήματα, γυναῖκα ὁπλίζων, τοὺς φίλους παροξύνων, τοὺς οἰκέτας διεγείρων καὶ θηριώδεις ποιῶν καὶ διὰ πάντων τὰ τραύματα ἀναξαίνων. Ὃ δὴ καὶ νῦν ἐπιχειρῶν οὐ παύεται, ἀλλὰ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς· ὡς τά γε ὑμέτερα ἐντεῦθεν λαμπρότερα καὶ μείζονα καὶ φαιδρότερα καθ' ἑκάστην γίνεται τὴν ἡμέραν, πλείων ὑμῖν ὁ πλοῦτος, δαψιλεστέρα ἡ ἐμπορία, ἐπάλληλοι καὶ συνεχεῖς οἱ στέφανοι, πολλὴ δι' αὐτῶν τῶν δεινῶν τῆς ἀνδρείας ὑμῖν ἡ προσθήκη, καὶ αἱ ἐπιβουλαὶ τῶν ἐχθρῶν ἄλειμμα γίνονται τῆς καρτερίας τῆς ὑμετέρας. Τοιαύτη γὰρ τῆς θλίψεως ἡ φύσις· τοὺς πρᾴως αὐτὴν καὶ γενναίως φέροντας ἀνωτέρους ποιεῖ τῶν δεινῶν, ὑψηλοτέρους τῶν τοῦ διαβόλου βελῶν παιδεύει καταφρονεῖν τῶν ἐπιβουλῶν. Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν· οἳ μὲν γὰρ πρῶτον ἐπιβάντες νηός, κἂν σφόδρα γενναῖοί τινες τυγχάνωσιν ὄντες, ὑπὸ τῆς ἀπειρίας ταράττονται, θορυβοῦνται, σκοτοδίνοις ἰλίγγοις κατέχονται· οἱ δὲ πολλὰ διαβάντες πελάγη καὶ πολλοὺς ὑπομείναντες χειμῶνας καὶ ὑφάλους καὶ σκοπέλους καὶ σπιλάδας καὶ θηρίων ἐφόδους καὶ πειρατῶν ἐπιβουλὰς καὶ καταποντιστῶν καὶ συνεχῶν ἀνασχόμενοι χειμώνων, τῶν ἐπὶ γῆς λοιπὸν βαδιζόντων θαρραλεώτεροι ἐπὶ τῆς νηὸς κάθηνται, οὐκ ἔνδον παρὰ τὴν τρόπιν, ἀλλὰ καὶ αὐτοῖς ἐνιζάνοντες τοῖς τοίχοις τῆς νηὸς καὶ ἐπὶ πρώρας καὶ ἐπὶ πρύμνης ἀδεῶς ἱστάμενοι· καὶ οἱ πρὸ τούτου ἐπ' ὄψιν μετὰ τρόμου καὶ φόβου κείμενοι, μετὰ τὴν πολλὴν τοῦ χειμῶνος πεῖραν καὶ σχοῖνον ἕλκουσι καὶ ἱστία ἀνάγουσι καὶ κωπῶν ἅπτονται καὶ πανταχοῦ τῆς νηὸς μετὰ εὐκολίας περιτρέχουσι. Μηδὲν τοίνυν ὑμᾶς θορυβείτω τῶν συμπιπτόντων. Εἰς τοῦτο γὰρ ἡμᾶς κατέστησαν οἱ ἐχθροὶ ἄκοντες εἰς τὸ μὴ δύνασθαι κακῶς παθεῖν πάντα μὲν αὐτῶν κενώσαντες τὰ βέλη, οὐδὲν δὲ πλέον ἐντεῦθεν ἀνύσαντες ἢ τὸ καταισχύνεσθαι καὶ γελᾶσθαι καὶ ὥσπερ κοινοὺς τῆς οἰκουμένης ἐχθρούς, οὕτω πανταχοῦ φαίνεσθαι. Ταῦτα τῶν ἐπιβούλων τὰ ἐπίχειρα, τοῦτο τῶν πολέμων τὸ τέλος. Βαβαί, πηλίκον ἐστὶν ἡ ἀρετὴ καὶ τῶν παρόντων ὑπεροψία πραγμάτων· δι' ἐπιβουλῶν κερδαίνει, διὰ τῶν ἐπιβουλευόντων στεφανοῦται, διὰ τῶν κακῶς ποιούντων διαλάμπει μειζόνως, διὰ τῶν ἐπισύρειν ἐπιχειρούντων ἰσχυροτέρους ποιεῖ τοὺς μετιόντας αὐτήν, ὑψηλοτέρους, ἀχειρώτους, ἀναλώτους, οὐχ ὅπλων, οὐ δοράτων δεομένους, οὐ τειχῶν, οὐ τάφρων, οὐ πύργων, οὐ χρημάτων, οὐ στρατοπέδων, ἀλλὰ γνώμης στερρᾶς μόνον καὶ ἀπεριτρέπτου ψυχῆς, καὶ πᾶσαν ἀνθρωπίνην ἐπιβουλὴν ἐλέγχει.