Ancient Greek · ~12 min
Letter 11
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 11.2.1
Not analysed yet
Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα ἀνίστη τὰ φρονήματα πασῶν συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι' ὧν τε αὐτὴ πάσχεις, δι' ὧν τε ἑτέρας εἰς ταῦτα ἐνάγεις, καὶ πείθουσα πάντα πρᾴως φέρειν καὶ ὑπερορᾶν τῶν σκιῶν καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης καὶ καταπατεῖν τὸν πηλὸν καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον. Ταῦτα γὰρ ἅπαντα τῆς ἀνθρωπίνης εὐημερίας ἡ ματαιότης καὶ τούτων δὲ εὐτελέστερα. Καὶ οὐκ ἄν τις ῥᾳδίως εἰκόνα εὕροι ἀκριβῶς αὐτῆς τὴν ματαιότητα παριστῶσαν. Μετὰ γὰρ τῆς οὐδενείας ταύτης οὐ μικρὰν φέρει καὶ βλάβην τοῖς πρὸς αὐτὴν κεχηνόσιν, οὐκ ἐν τῷ μέλλοντι μόνον αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ παρόντι βίῳ καὶ κατὰ ταύτας τὰς ἡμέρας ἐν αἷς δοκοῦσιν αὐταῖς ἐντρυφᾶν. Καθάπερ γὰρ ἡ ἀρετή, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν πολεμεῖται, σκιρτᾷ καὶ θάλλει καὶ φαιδροτέρα δείκνυται, οὕτω καὶ ἡ κακία, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν θεραπεύεται καὶ κολακεύεται, δείκνυσιν αὐτῆς τὴν ἀσθένειαν καὶ τὸν πολὺν γέλωτα καὶ τὴν ἄφατον κωμῳδίαν. Τί γάρ, εἰπέ μοι, τοῦ Κάϊν ἐλεεινότερον γέγονε, καὶ κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν ἐδόκει κρατεῖν τοῦ ἀδελφοῦ καὶ περιγεγενῆσθαι καὶ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐμπεφορῆσθαι ἐκείνης τῆς ἀδίκου καὶ μυσαρᾶς; Τί δὲ τῆς δεξιᾶς ἐκείνης ἀκαθαρτότερον τῆς δοκούσης νενικηκέναι, τῆς δεξιᾶς ἣ τὴν πληγὴν ἐπήγαγεν καὶ τὸν φόνον εἰργάσατο, καὶ τῆς αἰσχίστης γλώσσης ἣ τὸν δόλον ἔρραψε καὶ τὰ δίκτυα ἥπλωσεν; Καὶ τί λέγω τὰ μέλη τὰ τὸν φόνον ἐργασάμενα; Καὶ γὰρ ὅλον τὸ σῶμα ἐκολάζετο, τῷ στεναγμῷ, τῷ τρόμῳ διηνεκῶς παραδοθέν. Ὢ καινῶν πραγμάτων· ὢ παραδόξου νίκης· ὢ ξένου τροπαίου. Ὁ μὲν σφαγεὶς καὶ νεκρὸς κείμενος ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο· ὁ δὲ νικήσας καὶ περιγεγονὼς οὐ μόνον ἀστεφάνωτος ἀπῄει, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἐκολάζετο, καὶ ἀφορήτοις παρεδίδοτο τιμωρίαις καὶ διηνεκεῖ βασάνῳ· καὶ τοῦ κινουμένου καὶ ζῶντος καὶ φθεγγομένου ὁ πεπληγὼς καὶ τεθνεὼς καὶ ἄφωνος κατηγόρει· μᾶλλον δὲ οὐδὲ ὁ τεθνεώς, ἀλλὰ τὸ αἷμα ψιλὸν καὶ τοῦ σώματος χωρισθὲν ἤρκεσεν εἰς τοῦτο μόνον. Τοσαύτη τῶν ἐναρέτων ἡ περιουσία καὶ τελευτησάντων· τοσαύτη τῶν πονηρῶν ἡ ἀθλιότης καὶ ζώντων. Εἰ δὲ ἐν τοῖς σκάμμασι τοιαῦτα τὰ βραβεῖα, ἐννόησον μετὰ τοὺς ἀγῶνας ἡλίκαι αἱ ἀμοιβαί, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως, ἐν τῇ χορηγίᾳ τῶν ἀγαθῶν ἐκείνων τῶν πάντα ὑπερβαινόντων λόγον. Τὰ μὲν γὰρ λυπηρά, οἷα ἂν ᾖ, παρὰ ἀνθρώπων ἐπάγεται καὶ μιμεῖται τῶν ἐπιφερόντων τὴν εὐτέλειαν· τὰ δὲ δῶρα καὶ αἱ ἀμοιβαὶ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ καὶ τοιαῦτά ἐστιν οἷα εἰκὸς παρὰ τῆς ἀφάτου δωρεᾶς ἐκείνης διδόμενα. Χαῖρε τοίνυν καὶ εὐφραίνου, στεφανηφοροῦσα, πομπεύουσα, τὰ κέντρα τῶν ἐχθρῶν καταπατοῦσα μᾶλλον ἢ πηλὸν ἕτεροι. Καὶ δήλου συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας σου, ἵνα καὶ ἐντεῦθεν πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην. Οἶσθα γὰρ ὡς οὐ μικρὰ ἡμῖν ἔσται παραμυθία καὶ ἐν ἐρημίᾳ καθημένοις, ὅταν συνεχῶς μανθάνωμεν περὶ τῆς ῥώσεως τῆς σῆς.