Ancient Greek · ~14 min
Letter 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 13.1.1
Not analysed yet
Τί φῄς; Οὐκ ἔστησας τρόπαιον οὐδὲ ἤρω νίκην λαμπράν; οὐδὲ ἀνεδήσω στέφανον ἀνθοῦντα διηνεκῶς; Ἀλλ' οὐ ταῦτά φησιν ἡ οἰκουμένη πᾶσα ἡ πανταχοῦ τῆς γῆς ᾄδουσά σου τὰ κατορθώματα; Εἰ γὰρ καὶ τὰ σκάμματα καὶ οἱ ἀγῶνες ἐν ἑνὶ ἵδρυνται χωρίῳ καὶ οἱ δίαυλοί σου τῶν δρόμων καὶ τὰ ἀντὶ ἱδρῶτος αἵματος ἐμπεπλησμένα σου παλαίσματα αὐτόθι γέγονεν, ἀλλ' ἡ δόξα τούτων καὶ ἡ εὐφημία τὰ τέρματα κατείληφε τῆς οἰκουμένης. Σὺ δὲ αὐτὰ μείζω βουλομένη ποιῆσαι καὶ πλείονα τὰ βραβεῖα ἐργάσασθαι, καὶ τοὺς ἀπὸ τῆς ταπεινοφροσύνης αὐτοῖς προσέθηκας στεφάνους λέγουσα τοσοῦτον ἀπέχειν τῶν τροπαίων τούτων ὅσον οἱ νεκροὶ τῶν ζώντων. Ὅτι γὰρ ταπεινοφροσύνης τὰ ῥήματα, μᾶλλον ἐξ αὐτῶν σε ἐλέγξαι πειράσομαι τῶν γεγενημένων. Ἐξέπεσες πατρίδος, οἰκίας, φίλων, συγγενῶν· πρὸς τὴν ὑπερορίαν μετέστης· οὐ διέλιπες καθ' ἑκάστην ἀποθνῄσκουσα τὴν ἡμέραν καὶ τὸ τῇ φύσει λεῖπον τῇ περιουσίᾳ τῆς προαιρέσεως ἀναπληροῦσα. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον ὄντα τῇ πείρᾳ πολλοὺς θανάτους ἀποθανεῖν, τῇ γνώμῃ τοῦτο πεποίηκας. Καὶ τὸ δὴ μέγιστον, τὰ μὲν πάσχουσα, τὰ δὲ πείσεσθαι προσδοκῶσα οὐκ ἐπαύσω τῷ συγχωροῦντι Θεῷ ταῦτα γίνεσθαι τὴν ὑπὲρ αὐτῶν ἀναφέρουσα δοξολογίαν καὶ καιρίαν τῷ διαβόλῳ διδοῦσα πληγήν. Ὅτι γὰρ καὶ καιρίαν ἐδέξατο, ἔδειξε δι' ὧν μειζόνως προσιὼν ὡπλίζετο· διὸ καὶ χαλεπώτερα τὰ ὕστερα τῶν πρώτων γέγονε. Καθάπερ γὰρ σκορπίος ἢ ὄφις, ὅταν βαθυτέραν λάβῃ πληγήν, μειζόνως τὸ κέντρον ἄρας κατὰ τοῦ πλήξαντος ἐξανίσταται, τῆς πολλῆς ἀλγηδόνος ἀπόδειξιν παρέχων τὴν ῥαγδαίαν κατὰ τοῦ παίοντος ῥύμην, οὕτω δὴ καὶ τὸ ἀναίσχυντον θηρίον ἐκεῖνο, ἐπειδὴ τὰ τραύματα εἰς βάθος ἐδέξατο παρὰ τῆς θαυμασίας σου καὶ ὑψηλῆς ψυχῆς, μειζόνως ἐπεπήδησε καὶ πλείους ἐπήγαγε πειρασμούς. Ἐπήγαγε μὲν γὰρ ἐκεῖνος, οὐχ ὁ Θεός· συνεχώρησε δὲ ὁ Θεὸς αὔξων σου τὸν πλοῦτον, μείζονα ποιῶν τὴν ἐμπορίαν, πλείονα προξενῶν τὸν μισθόν, δαψιλεστέραν τὴν ἀντίδοσιν. Μὴ τοίνυν ταράττου μηδὲ θορυβοῦ. Τίς γάρ ποτε ἔκαμε πλουτῶν; τίς συνεχύθη ἐπὶ τὰς ὑψηλοτάτας ἐρχόμενος ἀρχάς; Εἰ δὲ οἱ τὰ ἀνθρώπινα ταῦτα συνάγοντες, τὰ ἐπίκηρα καὶ σκιᾶς ἀδρανέστερα καὶ ἀνθῶν σηπομένων μᾶλλον μαραινόμενα, σκιρτῶσι, χορεύουσι, πέτονται ὑπὸ τῆς ἡδονῆς, τῆς ὁμοῦ τε φαινομένης καὶ ἀφιπταμένης καὶ ποταμίων ῥευμάτων μιμουμένης δρόμον, πολλῷ μᾶλλον σὲ δίκαιον, καὶ εἰ πρότερον ἦς ἐν ἀθυμίᾳ, τὸν παρόντα καιρὸν εὐθυμίας μεγίστης ποιήσασθαι πρόφασιν. Καὶ γὰρ ὁ θησαυρός σου ὃν συνήγαγες ἄσυλος· καὶ τὸ ἀξίωμα τὸ διὰ τῶν παθημάτων τούτων συγκροτηθὲν διαδοχὴν οὐκ οἶδεν οὐδὲ ἀναμένει τέλος, ἀλλ' ἔστιν ἀπέραντον, οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον τῇ τελευτῇ. Εἰ δὲ βούλει καὶ θρηνεῖν, τοὺς τὰ τοιαῦτα ἐργαζομένους θρήνει, τοὺς τῶν κακῶν τούτων αὐθέντας, τοὺς ὑπηρέτας οἳ καὶ εἰς τὸ μέλλον μεγίστην ἐθησαύρισαν ἑαυτοῖς τιμωρίαν καὶ ἐνταῦθα δίκην ἔδοσαν ἤδη τὴν ἐσχάτην, τοσούτων ἀποστρεφομένων αὐτοὺς καὶ πολεμίους ἡγουμένων, ἐπαρωμένων, καταδικαζόντων. Εἰ δὲ οὐκ αἰσθάνονται τούτων, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ καὶ δακρύων ἄξιοι, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ, λακτίζοντες μὲν καὶ παίοντες τοὺς ἀπαντῶντας εἰκῆ καὶ μάτην, πολλάκις δὲ καὶ τοὺς εὐηργετηκότας καὶ φίλους, οὐκ αἰσθανόμενοι δὲ τῆς μανίας ἣν μαίνονται. Διὸ καὶ ἀνίατα νοσοῦσιν, οὔτε ἰατροὺς προσιέμενοι, οὔτε φαρμάκων ἀνεχόμενοι, ἀλλὰ καὶ τοὺς θεραπεύειν καὶ εὐεργετεῖν βουλομένους τοῖς ἐναντίοις ἀμειβόμενοι. Ὥστε καὶ διὰ τοῦτο ἐλεεινοί, εἴ γε μὴ αἰσθάνονται τῆς τοσαύτης πονηρίας. Εἰ δὲ καὶ πρὸς τὴν ἑτέρων κατάγνωσιν οὐκ ἐπιστρέφονται, τοῦ οἰκείου συνειδότος τὸν ἔλεγχον ἀμήχανον αὐτοὺς διαφυγεῖν, τὸν ἄφυκτον, τὸν ἀδέκαστον, τὸν οὐδενὶ εἴκοντα φόβῳ, τὸν οὐ κολακείᾳ, οὐ χρημάτων δόσει διαφθειρόμενον, οὐ χρόνῳ μακρῷ μαραινόμενον.