Ancient Greek · ~12 min
Letter 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 13.2.1
Not analysed yet
Ὁ γὰρ τοῦ Ἰακὼβ υἱὸς ὁ πρὸς τὸν πατέρα εἰπὼν ὅτι θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ, καὶ τὸ πονηρὸν ἐκεῖνο ὑποκρινάμενος δρᾶμα, καὶ τῷ προσωπείῳ τούτῳ τὴν ἀδελφοκτονίαν συσκιάσαι ἐπιχειρήσας, τὸν μὲν πατέρα ἠπάτησε τότε, τὸ δὲ συνειδὸς οὐκ ἠπάτησεν οὐδὲ ἔπεισεν ἡσυχάζειν· ἀλλ' ἔμενεν αὐτοῦ κατεξανιστάμενον καταβοῶν διηνεκῶς καὶ οὐδέποτε ἐπιστομιζόμενον. Χρόνου γὰρ παρελθόντος μακροῦ, ὁ τὸν γεγεννηκότα ἀρνησάμενος τὸ τόλμημα ὅπερ ἐτόλμησεν, ὁ μηδενὶ τῶν ἄλλων ἀνθρώπων ἐξειπών, οὐδενὸς κατηγοροῦντος, οὐδενὸς ἐλέγχοντος, οὐδενὸς ἐφεστῶτος, οὐδενὸς ἀναμιμνήσκοντος τῆς δραματουργίας ἐκείνης, κινδυνεύων περὶ ἐλευθερίας καὶ αὐτοῦ τοῦ ζῇν, δεικνὺς ὅτι οὐκ ἐπεστομίσθη τοῦ συνειδότος ὁ κατήγορος ἐν οὕτω μακρῷ χρόνῳ οὐδὲ κατεχώσθη, ταῦτά φησι τὰ ῥήματα· «Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν· ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ· καὶ νῦν ἐκζητεῖται τὸ αἷμα αὐτοῦ ἐξ ἡμῶν.» Καίτοι ἕτερον ἦν ὅπερ ἐπήγετο αὐτῷ ἔγκλημα καὶ διὰ κλοπὴν ἐκρίνετο καὶ ὡς ὑφελόμενος κύλικα χρυσῆν οὕτως εἰς δικαστήριον ἤγετο· ἀλλ' ἐπειδὴ τούτων ἑαυτῷ οὐδὲν συνῄδει, ὑπὲρ μὲν τούτων οὐκ ἤλγει, οὐδὲ ἔφη ταῦτα πάσχειν ὑπὲρ ὧν ἐκρίνετο καὶ δέσμιος ἤγετο, ὑπὲρ δὲ ὧν οὐδεὶς ἐνεκάλει, οὐδὲ εὐθύνας ἀπῄτει, οὐδὲ εἰς δικαστήριον εἷλκε, μᾶλλον δὲ οὐδὲ ᾔδει τετολμημένων αὐτῷ, ὑπὲρ δὴ τούτων αὐτὸς ἑαυτοῦ καὶ ἔλεγχος καὶ κατήγορος γίνεται. Ἐπελαμβάνετο γὰρ αὐτοῦ τὸ συνειδὸς καὶ ὁ μετὰ ἀδείας τοσαύτης τὸ αἷμα ἐκχέας τοῦ ἀδελφοῦ καὶ μηδὲν παθών, νῦν καὶ συμπαθητικὸς ἐγίνετο, καὶ τοῦ χοροῦ τῶν κοινωνησάντων αὐτῷ τῆς μιαιφονίας κατηγόρει καὶ τὴν ὠμότητα πᾶσαν ἐτραγῴδει λέγων· «Ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ.» Ἤρκει μὲν γὰρ ἡ φύσις, φησί, μαλάξαι καὶ ἐπικάμψαι πρὸς ἔλεον, ὁ δὲ καὶ δάκρυα προσετίθει καὶ ἱκετηρίαν ἐτίθει, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐπέκαμψεν· ἀλλ' «ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ». Διὰ τοῦτο ἡμῖν τὸ δικαστήριον τοῦτο συγκεκρότηται, φησί, διὰ τοῦτο περὶ αἵματος κινδυνεύομεν, ἐπειδὴ καὶ ἡμεῖς εἰς αἷμα ἡμαρτήκαμεν. Οὕτω καὶ ὁ Ἰούδας οὐκ ἐνεγκὼν τοῦ συνειδότος τὸν ἔλεγχον, ἐπὶ βρόχον ὥρμησε καὶ δι' ἀγχόνης τὸν βίον κατέλυσεν. Καὶ ὅτε μὲν τὸ ἀναίσχυντον ἐκεῖνο συμβόλαιον ἐτόλμα, λέγων· «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω», οὐ τοὺς ἀκούοντας ᾐσχύνετο ὅτι μαθητὴς ὢν τοιαῦτα περὶ διδασκάλου ἐτύρευεν, οὐκ ἐν ταῖς ἡμέραις ταῖς μεταξὺ κατενύγη, ἀλλὰ μεθύων ἔτι τῇ ἡδονῇ τῆς φιλαργυρίας, οὐ σφόδρα ᾐσθάνετο τῆς κατηγορίας τοῦ συνειδότος. Ἐπειδὴ δὲ ἔπραξε τὴν ἁμαρτίαν καὶ τὸ ἀργύριον ἔλαβε καὶ ἡ ἡδονὴ μὲν ἐπαύσατο τοῦ λήμματος, ἡ δὲ κατηγορία τοῦ πλημμελήματος ἤνθει λοιπόν, τότε μηδενὸς ἀναγκάζοντος, μηδενὸς βιαζομένου, μηδενὸς παραινοῦντος, αὐτόματος ἀπελθών, τό τε ἀργύριον προσέρριψε τοῖς δεδωκόσι καὶ τὴν παρανομίαν ὡμολόγησεν αὐτοῦ, ἀκουόντων ἐκείνων λέγων· «Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον.» Οὐ γὰρ ἤνεγκε τοῦ συνειδότος τὸν ἔλεγχον. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν ἀπαρτισθῆναι, μεθύειν ποιεῖ τὸν ἁλόντα· ἐπειδὰν δὲ πληρωθῇ καὶ ἀπαρτισθῇ, τότε τὰ μὲν τῆς ἡδονῆς ταύτης ὑπεξίσταται καὶ σβέννυται, γυμνὸς δὲ ἕστηκε λοιπὸν ὁ κατήγορος, τοῦ συνειδότος δημίου τάξιν ἐπέχων, καὶ καταξαίνων τὸν πεπλημμεληκότα, καὶ τὴν ἐσχάτην ἀπαιτῶν δίκην, καὶ μολίβδου παντὸς βαρύτερον ἐπικείμενος.