Ancient Greek · ~14 min
Letter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 8.12.1
Not analysed yet
Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πρᾴως ἀγαπωμένου χωρισμόν; καὶ πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς; Τοῦτον τὸν ἆθλον καὶ αὐτὴ διανύεις νῦν. Ὅσῳ δὲ μέγιστος ὁ ἆθλος, τοσούτῳ καὶ ὁ στέφανος μείζων καὶ τὰ βραβεῖα λαμπρότερα. Τοῦτό σοι τῆς μελλήσεως ἔστω παραμυθία καὶ τὸ πάντως ἡμᾶς ὄψεσθαί σε πάλιν βρύουσαν τῷ ἐντεῦθεν μισθῷ καὶ στεφανουμένην καὶ ἀνακηρυττομένην. Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας· κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Καὶ τοῦτο πάλιν πρὸς τὸν τῆς ἀγάπης τρόφιμον ἐλθόντες εὑρήσομεν οὕτως ἔχον. Μακεδόσι γὰρ ἐπιστέλλων οὕτως ἔλεγεν· «Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν· ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς καὶ ἀνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Διὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι καὶ ἐπέμψαμεν Τιμόθεον.» Ὢ λέξεως ἑκάστης δύναμις· τὴν γὰρ ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ φλόγα τῆς ἀγάπης μετὰ πολλῆς ἐνδείκνυται τῆς σαφηνείας. Οὐδὲ γὰρ εἶπε· «χωρισθέντες ὑμῶν», οὐδὲ «διασπασθέντες ὑμῶν», οὐδὲ «διαστάντες», οὐδὲ «ἀπολειφθέντες», ἀλλ' «ἀπορφανισθέντες ὑμῶν.» Λέξιν ἐζήτησεν ἱκανὴν ἐμφῆναι τὴν ὀδύνην αὐτοῦ τῆς ψυχῆς. Καίτοι γε ἐν τάξει πατέρος ἦν ἅπασιν αὐτός, ἀλλὰ παιδίων ὀρφανῶν ἐν τῇ ἀώρῳ ἡλικίᾳ τὸν γεγεννηκότα ἀποβαλόντων φθέγγεται ῥήματα τὴν ὑπερβολὴν τῆς ἀθυμίας ἐνδείξασθαι βουλόμενος. Οὐδὲν γὰρ ὀδυνηρότερον ὀρφανίας ἀώρου, ὅταν τῆς τε ἡλικίας πρὸς οὐδὲν αὐτοῖς ἀρκούσης, τῶν τε προστησομένων γνησίως οὐκ ὄντων καὶ τῶν ἐπιθησομένων καὶ ἐπιβουλευόντων πολλῶν ἀθρόον ἀναφαινομένων, ὥσπερ ἀρνειοί, οὕτως εἰς μέσον προκέωνται λύκοις οἳ πανταχόθεν σπαράττουσιν αὐτοὺς καὶ ξαίνουσιν. Οὐδεὶς δύναται παραστῆσαι τῆς συμφορᾶς ταύτης τῷ λόγῳ τὸ μέγεθος. Διὰ τοῦτο καὶ Παῦλος περιελθὼν καὶ ζητήσας καὶ ἐρημίας καὶ συμφορᾶς χαλεπῆς ῥῆσιν ἐνδεικτικήν, ἵνα παραστήσῃ ὅπερ ἔπασχε τῶν ἀγαπωμένων χωριζόμενος, ταύτῃ ἐχρήσατο τῇ λέξει· εἶτα καὶ ἐπιτείνει πάλιν αὐτὴν διὰ τῶν ἑξῆς· «Ἀπορφανισθέντες γάρ, φησίν, οὐ χρόνον ἀλλὰ πρὸς καιρὸν ὥρας, καὶ χωρισθέντες οὐ διανοίᾳ ἀλλὰ προσώπῳ μόνῳ, οὐδὲ οὕτω φέρομεν τὴν ἐντεῦθεν ὀδύνην, καίτοι γε ἱκανὴν ἔχοντες παραμυθίαν, τὸ τῇ ψυχῇ συνδεδέσθαι, τὸ ἐν καρδίᾳ ὑμᾶς εἶναι τῇ ἡμετέρᾳ, τὸ χθὲς καὶ πρώην ὑμᾶς ἑωρακέναι, ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἀπαλλάττει τῆς ἀθυμίας.» Ἀλλὰ τί βούλει καὶ ἐπιθυμεῖς, εἰπέ μοι, καὶ ἐπιθυμεῖς μεθ' ὑπερβολῆς; Αὐτὴν αὐτῶν τὴν ὄψιν. «Περισσοτέρως γάρ, φησίν, ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν.» Τί φῄς, ὁ ὑψηλὸς καὶ μέγας; Ὁ τὸν κόσμον ἔχων ἐσταυρωμένον καὶ τῷ κόσμῳ σταυρωθείς, ὁ πάντων ἀπαλλαγεὶς τῶν σαρκικῶν, ὁ σχεδὸν ἀσώματος γενόμενος, οὕτως αἰχμάλωτος ὑπὸ τῆς ἀγάπης ἐγένου ὡς εἰς σάρκα κατενεχθῆναι τὴν πηλίνην, τὴν ἀπὸ γῆς, τὴν αἰσθητήν; «Ναί, φησί, καὶ οὐκ αἰσχύνομαι ταῦτα λέγων, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι· τὴν γὰρ μητέρα τῶν ἀγαθῶν ἔχων ἐμοὶ βρύουσαν τὴν ἀγάπην, ταῦτα ἐπιζητῶ.» Καὶ οὐδὲ ἁπλῶς σωματικὴν ἐπιζητεῖ παρουσίαν, ἀλλὰ τὸ πρόσωπον αὐτῶν μάλιστα ἐπιθυμεῖ θεάσασθαι. «Περισσοτέρως γάρ, φησίν, ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν.» Ὄψεως οὖν ἐρᾷς, εἰπέ μοι, καὶ προσώπου θεωρίας ἐπιθυμεῖς; «Καὶ σφόδρα, φησίν, ἔνθα τῶν αἰσθητηρίων ἡ συναγωγή. Ψυχὴ γὰρ γυμνὴ καθ' ἑαυτὴν ἑτέρᾳ ψυχῇ συγγενομένη οὔτε εἰπεῖν τι οὔτε ἀκοῦσαι δυνήσεται· σωματικῆς δὲ ἂν ἀπολαύσω παρουσίας καὶ ἐρῶ τι καὶ ἀκούσομαι παρὰ τῶν ἀγαπωμένων. Διὰ τοῦτο ἐπιθυμῶ τὸ πρόσωπον ὑμῶν ἰδεῖν, ἔνθα καὶ γλῶσσά ἐστι φωνὴν ἀφιεῖσα καὶ τὰ ἔνδον ἡμῖν ἀπαγγέλλουσα καὶ ἀκοὴ ῥήματα δεχομένη καὶ ὀφθαλμοὶ κινήματα ψυχῆς διαζωγραφοῦντες· καὶ γὰρ τῆς ποθουμένης ψυχῆς διὰ τούτων ἀκριβέστερον τῆς συνουσίας ἔστιν ἀπολαῦσαι.»