Ancient Greek · ~12 min
Letter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 8.13.1
Not analysed yet
Καὶ ἵνα μάθῃς πῶς ἐκκαίεται εἰς τὴν θεωρίαν ταύτην εἰπών· «περισσοτέρως ἐσπουδάσαμεν», οὐκ ἠρκέσθη τῇ λέξει ταύτῃ, ἀλλ' ἐπήγαγεν· «ἐν πολλῇ ἐπιθυμίᾳ». Εἶτα οὐκ ἀνεχόμενος ἑαυτὸν μετὰ τῶν ἄλλων ἐγκαταμίξαι, ἀλλὰ δεικνὺς ὅτι σφοδρότερον τῶν ἄλλων φιλεῖ, εἰπὼν ὅτι «Περισσοτέρως ἐσπουδάσαμεν καὶ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς», ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν καὶ μόνον στήσας ἐπήγαγεν· «Ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς», δεικνὺς ὅτι πλέον τῶν ἄλλων ἐσπούδαζεν. Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε τούτου, οὐκ ἀρκεῖται τοῖς γράμμασιν ἀλλὰ πέμπει τὸ κεφάλαιον, τὸν σὺν αὐτῷ Τιμόθεον, τὸν ἀντὶ γραμμάτων ἐσόμενον αὐτῷ· διὸ καὶ ἐπάγει λέγων· «Διὸ μηκέτι στέγοντες.» Ὢ πάλιν λέξεως εὐγένεια· ὢ ῥήσεως δύναμις τὴν ἀκάθεκτον αὐτοῦ καὶ ἀκαρτέρητον ἀγάπην δηλοῦσα. Καὶ ὡς ἄν τις ἐμπυριζόμενος καὶ ὡς ἄν τις καιόμενος καὶ ζητῶν τοῦ ἐμπυρισμοῦ παραμυθίαν τινὰ εὑρεῖν, πάντα κινεῖ, οὕτω δὴ καὶ οὗτος ἀναπτόμενος, ἀγχόμενος, καιόμενος, κατὰ τὸ ἐγχωροῦν τὴν δυνατὴν ἐπενόησε παραμυθίαν. «Μηκέτι γὰρ στέγοντες, φησίν, ἐπέμψαμεν Τιμόθεον τὸν διάκονον τοῦ εὐαγγελίου καὶ συνεργὸν ἡμῶν, τὸ ἀναγκαιότατον μέλος διασπάσαντες ἡμῶν τῆς συνουσίας καὶ λύπην ἀλλαξάμενοι λύπης.» Ὅτι γὰρ οὐδὲ τὴν ἐκείνου ἀπουσίαν εὐκόλως ἔφερεν, ἀλλὰ διὰ τούτους εἵλετο τὸ βαρύτατον τοῦτο καὶ τοῦτο αὐτὸς ἐδήλωσεν εἰπών· «Ηὐδοκήσαμεν καταλειφθῆναι μόνοι.» Ὢ ψυχῆς μετὰ ἀκριβείας πρὸς αὐτὴν ποιωθείσης τὴν ἀγάπην. Ἐπειδὴ γὰρ ἀδελφοῦ ἐχωρίσθη ἑνός, μεμονῶσθαί φησι καὶ ταῦτα τοσούτους ἔχων μεθ' ἑαυτοῦ. Ταῦτα δὴ συνεχῶς μελέτα καὶ αὐτὴ καὶ ὅσῳ σοι τὸ πρᾶγμα ὀδυνηρόν, τοσούτῳ κερδαλεώτερον εἶναι νόμιζε εὐχαρίστως φερούσῃ. Οὐ γὰρ δὴ μόνον σώματι πληγαὶ ἐπαγόμεναι ἀλλὰ καὶ ψυχῆς ὀδύνη ἀφάτους φέρει τοὺς στεφάνους καὶ ψυχῆς ὀδύνη μᾶλλον ἢ σώματος, ὅταν οἱ πληττόμενοι φέρωσιν εὐχαρίστως. Ὥσπερ οὖν εἰ καταξαινομένη τὸ σῶμα καὶ μαστιγουμένη γενναίως ἔφερες τὸν Θεὸν ὑπὲρ τούτων δοξάζουσα, πολλὴν ἂν ἀπέλαβες τὴν ἀμοιβήν, οὕτω ψυχῆς ταῦτα πασχούσης νῦν πολλὰς ἀνάμενε τὰς ἀντιδόσεις. Προσδόκα δὲ καὶ τὸ πάντως ἡμᾶς ὄψεσθαι πάλιν καὶ τῆς ὀδύνης ἀπαλλαγήσεσθαι ταύτης καὶ τὴν ἐκ τῆς ὀδύνης γενομένην ἐμπορίαν πολλὴν ἀπολήψεσθαι καὶ τότε καὶ νῦν. Ἀρκεῖ ταῦτά σοι πρὸς παραμυθίαν μᾶλλον δὲ οὐχὶ σοὶ μόνον, ἀλλὰ καὶ εἴ τις ἀνόητος εἴη καὶ αὐτολίθινος τὴν ψυχήν. Ὅπου δὲ σύνεσις τοσαύτη καὶ εὐλαβείας πλοῦτος καὶ φιλοσοφίας ὕψος καὶ ψυχὴ τῶν βιωτικῶν τὴν φαντασίαν καταπατήσασα, πλείων ἡ εὐκολία τῆς θεραπείας. Δεῖξον δὴ κἂν τούτῳ τὴν ἀγάπην τὴν περὶ ἡμᾶς ὅτι καὶ μεγάλην γράφοντες ἔχομεν παρὰ σοὶ δύναμιν, καὶ τοσαύτην ὅσην παρόντες. Δείξεις δὲ σαφῶς, ἂν μάθωμεν ὅτι σοι γέγονέ τι πλέον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, μᾶλλον δὲ οὐχὶ πλέον μόνον, ἀλλὰ τοσοῦτον ὅσον ἐπιθυμοῦμεν. Ἐπιθυμοῦμεν δὲ ἐν τῇ αὐτῇ εὐφροσύνῃ εἶναί σε νῦν ἐν ᾗ καὶ αὐτόθι διατρίβοντες ἑωρῶμεν. Κἂν τοῦτο μάθωμεν, οὐ μικρὰν καὶ αὐτοὶ τῆς ἐρημίας ἐν ᾗ νῦν ἐσμεν καρπωσόμεθα τὴν παράκλησιν. Ὣστε εἰ βούλει καὶ ἡμᾶς ἐν εὐθυμίᾳ καταστῆσαι πλείονι—οἶδα δὲ ὅτι βούλει καὶ σφόδρα ἐσπούδακας—, δήλωσον ὅτι πάντα τῆς ἀθυμίας ἀπήλασας τὸν φορυτὸν καὶ ἐν γαλήνῃ τὰ σὰ καὶ δὸς ἡμῖν ταύτην τῆς περὶ σὲ εὐνοίας καὶ ἀγάπης ἀμοιβήν. Οἶσθα γάρ, οἶσθα σαφῶς ὅπως ἡμᾶς ἀνακτήσῃ κατορθώσασα τοῦτο καὶ μετὰ ἀληθείας δηλώσασα διὰ γραμμάτων ἡμῖν.