Ancient Greek · ~14 min
Letter 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 9.3.1
Not analysed yet
Ἀλλ' οὐδὲ ἐκεῖ ἔμελλεν ἡμῶν ἀποστήσεσθαι ἡ ἐπιβουλὴ αὕτη. Ὡς γὰρ ἔγνω ὁ Φαρέτριος, ἐδήλωσεν αὐτῇ, καθὼς ἔλεγε, πολλὰς ἀπειλάς. Ἐπεὶ δέ με εἰς τὸ προάστειον αὐτῆς ὑπεδέξατο, κἀγὼ τούτων οὐκ ᾔδειν οὐδέν· ἀλλ' ἐξελθοῦσα πρὸς ἡμᾶς, ταῦτα μὲν ἡμᾶς ἀπέκρυβεν, ἐδήλου δὲ τῷ ἐπιτρόπῳ αὐτῆς ἐκεῖσε ὄντι πᾶσάν τε ἡμῖν ἀνάπαυσιν παρασχεῖν, καὶ εἴ τινες ἐπέλθοιεν μονάζοντες βουλόμενοι ἡμᾶς ἐνυβρίσαι ἢ συντρῖψαι, συναγαγεῖν γεωργοὺς ἀπὸ τῶν ἄλλων αὐτῆς χωρίων καὶ οὕτω παρατάξασθαι πρὸς αὐτούς. Παρεκάλει δὲ καὶ εἰς τὴν οἰκίαν αὐτῆς κάστελλον ἔχουσαν καὶ ἀχείρωτον οὖσαν καταφυγεῖν ὥστε τοῦ ἐπισκόπου καὶ τῶν μοναζόντων ἐκφυγεῖν τὰς χεῖρας. Ἀλλὰ τοῦτο μὲν οὐκ ἠνεσχόμην, ἀλλ' ἤμην ἐν τῷ προαστείῳ οὐδὲν εἰδὼς τῶν μετὰ ταῦτα κατασκευαζομένων. Οὐδὲ τοῦτο αὐτοῖς ἤρκεσεν εἰς τὸ ἀποστῆναι τῆς καθ' ἡμῶν μανίας. Εἶτα νυκτῶν μέσων, οὐδὲν τούτων εἰδώς—πολὺς γὰρ ἐπέκειτο ὁ Φαρέτριος ἀπειλῇ ἀπειλῶν ἐκείνῃ, καθώς φησι, καταναγκάζων, ὠθῶν, ὥστε ἡμᾶς ἐκβαλεῖν καὶ τῶν προαστείων —,οὐ φέρουσα ἡ γυνὴ τὴν ἐπάχθειαν αὐτοῦ, οὐκ εἰδότος ἐμοῦ, ἐδήλωσεν αὐτόθι ὅτι οἱ βάρβαροι ἐπέστησαν αἰσχυνομένη τὴν ἀνάγκην εἰπεῖν ἣν ὑπέμεινεν. Καὶ μέσων νυκτῶν εἰσελθὼν πρὸς μὲ Εὐήθιος ὁ πρεσβύτερος καθεύδοντά με διεγείρας, μετὰ πολλῆς τῆς βοῆς ταῦτα ἔλεγεν· «Ἀνάστηθι, παρακαλῶ, βάρβαροι ἐπέστησαν, ἐνταῦθα πλησίον». Ἐννόησον τίς ἤμην ταῦτα ἀκούων. Εἶτα ὡς πρὸς αὐτὸν εἶπον καὶ τί δέοι πρᾶξαι· «Εἰς τὴν πόλιν οὐ δυνάμεθα καταφυγεῖν μὴ χαλεπώτερα πάθωμεν ὧν Ἴσαυροι μέλλουσιν ἡμῖν ποιεῖν», ἠνάγκαζεν ἐξιέναι. Νὺξ ἦν ἀσέληνος, ἡ νὺξ μέση, ζοφώδης, σκοτεινή· καὶ τοῦτο αὐτὸ πάλιν ἀπορίας ἀνάμεστον ἦν ἡμῖν· καὶ οὐδεὶς ὁ παρών, οὐδεὶς ὁ βοηθῶν, πάντες γὰρ ἡμᾶς ἐγκατέλιπον. Ὅμως ὑπὸ τοῦ φόβου συνωθισθεὶς καὶ προσδοκῶν εὐθέως ἀποθανεῖσθαι, διανέστην τεταλαιπωρημένος κελεύσας λαμπάδας ἀναφθῆναι. Ἀλλὰ καὶ ταύτας ὁ πρεσβύτερος ἐκέλευσε σβέννυσθαι, μήποτε, φησίν, οἱ βάρβαροι τῷ φωτὶ καλούμενοι πρὸς ἡμᾶς ἐπιτεθῶσιν ἡμῖν· ἐσβέσθησαν καὶ αἱ λαμπάδες. Εἶτα ὁ βόρδων ὁ φέρων ἡμῶν τὸ λεκτίκιον—τραχεῖα γὰρ ἦν σφόδρα ἡ ὁδὸς καὶ ἀνάντης καὶ λιθώδης—κατενεχθεὶς ἐπὶ γόνυ κατήνεγκέ με ἔνδον ὄντα καὶ μικροῦ ἔμελλον ἀπόλλυσθαι· εἶτα ἐκπηδήσας, συρόμενος περιεπάτουν ὑπὸ Εὐηθίου τοῦ πρεσβυτέρου—κατεπήδησε γὰρ καὶ αὐτὸς τοῦ ὑποζυγίου —καὶ οὕτως χειραγωγούμενος ἐβάδιζον, μᾶλλον δὲ ἑλκόμενος· οὔτε γὰρ βαδίζειν ἦν εἰς τοσαύτην δυσχωρίαν καὶ ὄρη χαλεπὰ ἐν νυκτὶ μέσῃ. Ἐννόησον τί με πάσχειν εἰκὸς ἦν τοσούτοις συνεχόμενον κακοῖς καὶ τοῦ πυρετοῦ ἐπικειμένου καὶ μηδὲν εἰδότα τῶν κατεσκευασμένων, ἀλλὰ δεδοικότα βαρβάρους καὶ τρέμοντα καὶ προσδοκῶντα εἰς τὰς χεῖρας αὐτῶν ἐμπεσεῖσθαι. Οὐ δοκεῖ σοι μόνα ταῦτα τὰ παθήματα, εἰ καὶ μηδέν μοι ἕτερον συμβεβήκοι, πολλὰ ἡμῶν δύνασθαι διαλύειν τῶν ἁμαρτημάτων καὶ πολλήν μοι παρέχειν εὐδοκιμήσεως ἀφορμήν; Τὸ δὲ αἴτιον, ὡς ἔγωγε οἶμαι, πάντες εὐθέως εἰσελθόντα με ἐν Καισαρείᾳ, οἱ ἐν ἀξιώμασιν, οἱ ἀπὸ βικαρίων, οἱ ἀπὸ ἡγεμονίων σοφισταί, οἱ ἀπὸ τριβούνων, ὁ δῆμος ἅπας καθ' ἑκάστην ἑώρων τὴν ἡμέραν, ἐθεράπευον, ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν ἐβάσταζον· ταῦτα οἶμαι ὑποκνίσαι τὸν Φαρέτριον καὶ τὸν φθόνον τὸν ἐλάσαντα ἡμᾶς ἀπὸ Κωνσταντινουπόλεως οὐδὲ ἐνταῦθα ἡμῶν ἀποστῆναι, ὡς ἔγωγε οἶμαι· οὐδὲ γὰρ ἀποφαίνομαι ἀλλ' ὑποπτεύω. Τί ἄν τις εἴποι τὰ ἄλλα τὰ κατὰ τὴν ὁδόν, τοὺς φόβους, τοὺς κινδύνους; Ἅπερ καθ' ἑκάστην ἡμέραν ἀναμιμνησκόμενος αὐτὸς καὶ ἐν διανοίᾳ περιφέρων, πέτομαι ὑπὸ τῆς ἡδονῆς, σκιρτῶ ὡς θησαυρὸν μέγαν ἔχων ἀποκείμενον· καὶ γὰρ οὕτως ἔχω καὶ διάκειμαι. Διὸ καὶ τὴν σὴν παρακαλῶ τιμιότητα χαίρειν ἐπὶ τούτοις, εὐφραίνεσθαι, σκιρτᾶν, τὸν Θεὸν δοξάζειν τὸν καταξιώσαντα ἡμᾶς τοιαῦτα παθεῖν. Καὶ παρὰ σαυτῇ παρακαλῶ ταῦτα ἔχειν καὶ πρὸς μηδένα ἐξειπεῖν, εἰ καὶ τὰ μάλιστα οἱ ἐπαρχικοὶ πᾶσαν ἐμπλῆσαι τὴν πόλιν ἔχουσι, καὶ αὐτοὶ περὶ τῶν ἐσχάτων κινδυνεύσαντες. Πλὴν παρὰ τῆς σῆς εὐλαβείας μηδεὶς εἰδέτω τοῦτο, ἀλλὰ καὶ κατάστελλε τοὺς λέγοντας.