Ancient Greek
Letter 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 9.4.1
Not analysed yet
Εἰ δὲ διὰ τὰ λείψανα τῆς κακώσεως ἀλγεῖς, μάθε σαφῶς ὅτι καθαρῶς ἁπάντων ἀπηλλάγην καὶ ἐρρωμενέστερον ἔχω τὸ σῶμα ἢ αὐτόθι διατρίβων. Τὸν δὲ κρυμὸν τί δέδοικας; Καὶ γὰρ καὶ οἰκήματα ἐπιτήδεια ἡμῖν κατεσκεύασται, καὶ πάντα ὁ κύριός μου Διόσκορος ποιεῖ καὶ πραγματεύεται ὥστε μηδὲ μικρὰν αἴσθησιν ἡμᾶς λαβεῖν ἀπὸ τοῦ κρυμοῦ. Εἰ δέ ἐστιν ἀπὸ τῶν προοιμίων στοχάζεσθαι, ἐμοὶ ὁ νῦν ἀὴρ ἀνατολικὸς εἶναι δοκεῖ καὶ οὐδὲν ἔλαττον Ἀντιοχείας, τοσοῦτον τὸ θάλπος, τοσαύτη ἡ εὐκρασία τοῦ ἀέρος. Σφόδρα δέ με ἐλύπησας εἰποῦσα ὅτι «Ἴσως καὶ πρὸς ἡμᾶς λυπῇ ὡς ἀμελήσαντας». Καίτοι γε πρὸ πολλῶν ἡμερῶν ἐπέστειλα πρὸς τὴν σὴν τιμιότητα παρακαλῶν μὴ κινεῖν με ἐντεῦθεν. Ἐγὼ δὲ τοῦτο ἐννοῆσαι εἶχον πολλῆς σοι ἀπολογίας δεῖν καὶ πολλῶν ἱδρώτων καὶ καμάτου, ἵνα δυνηθῇς πρὸς τοῦτο ἀπολογήσασθαι τὸ ῥῆμα. Τάχα δὲ ἐκ μέρους καὶ ἀπολελόγησαι εἰποῦσα ὅτι «Ἁπλῶς λογίζομαι τοῦτο ὑπὲρ τοῦ αὔξειν τὴν θλῖψιν». Ἀλλὰ καὶ τοῦτο πάλιν ἔγκλημα μέγιστον τὸ λέγειν ὅτι «Καὶ προσφιλοτιμοῦμαι τοῖς λογισμοῖς τὰς ὀδύνας». Δέον γὰρ πάντα σε ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τοῦ καταλύειν τὴν θλῖψιν, τὸ θέλημα τοῦ διαβόλου ποιεῖς αὔξουσα τὴν ἀθυμίαν καὶ τὴν λύπην. Ἢ οὐκ οἶσθα πόσον καὶ ἡ ἀθυμία; Τῶν δὲ Ἰσαύρων ἕνεκεν μηδὲν δέδιθι λοιπόν· καὶ γὰρ ὑπέστρεψαν εἰς τὴν χώραν αὐτῶν· καὶ ὁ ἡγεμὼν πάντα ἐποίησεν ὑπὲρ τούτου· καὶ ἐν ἀσφαλείᾳ ἐσμὲν πολλῷ μᾶλλον ἐνταῦθα ὄντες ἢ ὅτε ἐν Καισαρείᾳ ἦμεν. Οὐδένα γὰρ λοιπὸν δέδοικα ὡς τοὺς ἐπισκόπους πλὴν ὀλίγων. Ὅλως τοίνυν τῶν Ἰσαύρων ἕνεκεν μηδὲν δέδιθι· καὶ γὰρ ἀνεχώρησαν καὶ τοῦ χειμῶνος καταλαβόντος οἴκοι εἰσὶ συγκεκλεισμένοι, ἂν ἄρα λοιπὸν μετὰ τὴν Πεντηκοστὴν ἐξέλθωσιν. Πῶς δὲ λέγεις γραμμάτων οὐκ ἀπολαύειν; Ἤδη σοι τρεῖς ἔπεμψα ἐπιστολάς, τὴν μὲν διὰ τῶν ἐπαρχικῶν, τὴν δὲ δι' Ἀντωνίου, τὴν δὲ δι' Ἀνατολίου τοῦ οἰκέτου σου, πολυστίχους· τὰς δὲ δύο μάλιστα φάρμακον σωτήριον, πάντα ἀθυμοῦντα, πάντα σκανδαλιζόμενον ἱκανὰς ἀνακτήσασθαι καὶ πρὸς καθαρὰν εὐθυμίαν ἀγαγεῖν. Λαβοῦσα τοίνυν ταύτας ἐπέρχου συνεχῶς καὶ διὰ παντός, καὶ ὄψει αὐτῶν τὴν ἰσχὺν καὶ τῆς ἰατρείας πεῖραν λήψῃ πολλὴν καὶ ὠφέλειαν καὶ ἡμῖν δηλώσεις ὅτι γέγονέ σοί τι πλέον ἐκεῖθεν. Ἔχω καὶ τρίτην ἑτοίμην ἐοικυῖαν αὐταῖς ἣν οὐκ ἠβουλήθην πέμψαι νῦν σφόδρα ἀλγήσας διόπερ ἔφης ὅτι «Καὶ συνάγω μοι λογισμοὺς ὀδυνηροὺς καὶ τὰ οὐκ ὄντα ἀναπλάττουσα», ἀνάξιον σεαυτῆς φθεγξαμένη ῥῆμα ἐφ' ᾧ καὶ αὐτὸς αἰσχύνομαι καὶ ἐγκαλύπτομαι. Πλὴν ἀνάγνωθι ἐκείνας καὶ οὐκ ἔτι ταῦτα ἐρεῖς, κἂν μυριάκις φιλονεικῇς ἀθυμεῖν. Ἐπειδὴ καὶ περὶ Ἡρακλείδου τοῦ ἐπισκόπου ἡμῖν ἐδήλωσας, ἔξεστιν αὐτῷ, εἰ βουληθείη, δοῦναι ἔκστασιν καὶ πάντων ἀπαλλαγῆναι· οὐδὲν γὰρ ἄλλο λείπεται. Ἐγὼ δὲ εἰ καὶ μηδὲν μέγα ἤνυον, ἀλλ' ὅμως ἐδήλωσα τῇ κυρίᾳ μου Πενταδίᾳ ὥστε πᾶσαν σπουδὴν ἐπιδείξασθαι, εἴ τινα ἐπινοήσειε τῷ κακῷ παραμυθίαν. Ἔφης δὲ τετολμηκέναι δηλῶσαί μοι τὰ λυπηρὰ διὰ τὸ παρ' ἐκείνου κελευσθῆναι. Ποία τόλμα τοῦτο; Οὔτε ἐπαυσάμην λέγων, οὔτε παύσομαι ὅτι ἓν λυπηρὸν ἁμαρτία μόνον; τὰ δὲ ἄλλα πάντα κόνις καὶ καπνός. Τί γὰρ βαρὺ δεσμωτήριον οἰκῆσαι καὶ ἅλυσιν περικεῖσθαι; Τί δὲ βαρὺ πάσχειν κακῶς, ὅταν τοσαύτης ἐμπορίας τὸ πάσχειν κακῶς ὑπόθεσις γένηται; Τί δὲ ἐξορία βαρύ; Τί δὲ δήμευσις; Ῥήματα ταῦτά ἐστι δεινῶν πραγμάτων ἔρημα, ῥήματα λύπης ψιλά. Ἄν τε γὰρ θάνατον εἴπῃς, τὸ τῆς φύσεως ὄφλημα λέγεις ὃ πάντως ὑπομεῖναι δεῖ καὶ μηδενὸς ἐπάγοντος· ἄν τε ἐξορίαν εἴπῃς, οὐδὲν ἕτερον λέγεις ἢ χώραν καὶ τὰς πολλὰς πόλεις ὁρᾶν· ἄν τε χρημάτων δήμευσιν εἴπῃς, ἐλευθερίαν λέγεις καὶ τὸ εὔλυτον εἶναι.