Ancient Greek · ~16 min
ΕΙΣ ΤΟΝ ΡΚΗʹ ΨΑΛΜΟΝ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἕτερός φησιν ἑρμηνευτὴς, Ἀλλ' οὐκ ἠδυνήθησάν μοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos ΕΙΣ ΤΟΝ ΡΚΗʹ ΨΑΛΜΟΝ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἕτερός φησιν ἑρμηνευτὴς, Ἀλλ' οὐκ ἠδυνήθησάν μοι..1
Not analysed yet
Καὶ οὗτος τοῦ πρὸ αὐτοῦ ἔχεται ὁ ψαλμός. Ἐπειδὴ γὰρ διεκόπτετο τὰ τῆς οἰκοδομῆς, καὶ πρὸς τέλος τὸ ἔργον οὐκ ᾔει, ἄγων αὐτοὺς εἰς χρηστὰς ἐλπίδας, ἵνα μὴ ἀπογινώσκωσιν, ἐκ τῶν παρελθόντων περὶ τῶν μελλόντων θαῤῥεῖν αὐτοὺς παρασκευάζει, καὶ παιδεύει αὐτοὺς λέγειν ταῦτα τὰ ῥήματα. Ποῖα δέ; Ὅτι πολλάκις ἐπιθέμενοι, περιγενέσθαι οὐκ ἴσχυσαν, οὐδὲ ὁλοσχερῆ νίκην ἤραντο. Καὶ μὴν ἔλαβον αἰχμαλώτους, φησὶ, καὶ πρὸς τὴν ἀλλοτρίαν μετέστησαν, καὶ πολλοὺς πολέμους ἐνίκησαν. Μάλιστα μὲν καὶ τότε οὐκ ἐκ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἐκ τῆς τῶν Ἰουδαίων ἁμαρτίας περιεγένοντο. Ἄλλως δὲ οὐ μέχρι τέλους ἔμειναν ὡς περιγεγονότες. Οὐδὲ γὰρ ἴσχυσαν παντελῶς ἀφανίσαι τὸ γένος, οὐδὲ ἐξαλεῖψαι τὴν πόλιν, οὐδὲ εἰς τέλος ἀπολέσαι τὸ ἔθνος· ἀλλὰ πρὸς ὀλίγον, ἐνδιδόντος τοῦ Θεοῦ, περιγενόμενοι, πάλιν ἡττῶντο. Πῶς δὲ ἡττῶντο; Τῶν Ἰουδαίων ἐπὶ τὴν προτέραν εὐπραγίαν ἐπανιόντων. Ὃ καὶ δηλῶν ἕτερος ἑρμηνευτὴς, Ἀλλ' οὐχ ὑπερίσχυσάν μου, εἶπεν. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστι τοῦτο; Οὐχ ὡς ἔτυχεν ἐπεβούλευον, φησὶν, ἀλλὰ πολλὰ ἐμηχανῶντο καὶ ἐπραγματεύοντο, δόλους ῥάπτοντες, λάθρᾳ ἐπιτιθέμενοι. Τὸ γὰρ, Ἐπὶ τὸν νῶτόν μου, ἢ τὸ δολερὸν καὶ ὕπουλον δηλοῖ, ἢ τὸ κατὰ κράτος καὶ μετὰ πολλῆς τῆς σφοδρότητος. Τουτέστιν, αὐτὴν τὴν δύναμίν μου συνθλάσαι ἐπεχείρουν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐτέ κταινον, Ἠροτρίασαν, εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἔργον ἐποιοῦντο τὴν κατὰ τοῦ δικαίου ἐπιβουλήν. Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Τί ἐστιν ὃ λέγει; Δείκνυσιν ὅτι οὐ μετὰ σφοδρότητος ἐπῄεσαν μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς προσεδρίας, πολὺν δαπανῶντες χρόνον, καὶ ἔργον ποιούμενοι τὴν ἐπιβουλὴν, καὶ ἐπιμένοντες διηνεκῶς. Ἀλλ' οὐδὲν αὐτοῖς ἐγίνετο πλέον. οὐ παρὰ τὴν ἡμετέραν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ δύναμιν. Διόπερ δεικνὺς τὸν ἱστῶντα τὸ τρόπαιον, καὶ τὴν νίκην ἐργαζόμενον, ἐπήγαγε· Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Ἕτερος δὲ ἀντὶ τοῦ, Αὐχένας, Βρόχους εἶπε, δηλῶν τὰς ἐπιβουλὰς, τὰς ἐφόδους, τὰς μηχανάς. Καλῶς δὲ οὐ, διέλυσε, εἶπεν, ἀλλὰ, Συνέκοψεν, ἵνα μᾶλλον ἐμφήνῃ ὅτι τοῦτο εἰργάσατο, ἄχρηστα εἰς τέλος ποιῶν αὐτῶν τὰ βουλεύματα. Καὶ γὰρ ἀρχομένης τῆς πόλεως κτίζεσθαι πάλιν, πολλοὶ πανταχόθεν ἐπιτιθέμενοι ἦσαν τῷ φθόνῳ τηκόμενοι, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τοῦτο ἐποίουν. Τοῦτο γέγονε καὶ ἐπὶ τῆς Ἐκκλησίας. Ἀρχομένης γὰρ αὐτῆς φύεσθαι, συνεχῶς ἐπετίθεντο πάντες· παρὰ μὲν τὴν ἀρχὴν βασιλεῖς, καὶ δῆμοι, καὶ τύραννοι· μετὰ δὲ ταῦτα τῶν αἱρέσεων αἱ ἐπιβουλαὶ, καὶ πολὺς πανταχόθεν ὁ πόλεμος καὶ ποικίλος ἀνεῤῥιπίζετο· ἀλλ' ὅμως οὐδὲν ἴσχυσεν· ἀλλὰ τὰ μὲν τῶν πολεμίων ἐλύθη, τὰ δὲ τῆς Ἐκκλησίας ἀνθεῖ. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Ἄλλος, Ἀνατραπήτωσαν εἰς τὰ ὀπίσω. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων. Ἕτερός φησι, Τὴν δράκα αὐτοῦ. Καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπαν οἱ παράγοντες, Εὐλογία Κυρίου ἐφ' ὑμᾶς. Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. Εἰς εὐχὴν κατακλείει τὴν παραίνεσιν ἀπό τε τῆς διηγήσεως τῶν παρελθόντων, ἀπό τε τῆς εὐχῆς θαῤῥεῖν παρασκευάζων τὸν ἀκροατὴν, καὶ δεικνὺς τοῦ πολέμου τὴν ὑπόθεσιν ἄδικον. Ἀπὸ γὰρ φθόνου καὶ μίσους τὰ τῆς μάχης ᾔρετο· διό φησιν, Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Μὴ μόνον ἡττηθείησαν, ἀλλὰ καὶ αἰσχρῶς καὶ καταγελάστως. Εἶτα εἰπὼν, Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ἐνδιατρίβει τῇ εἰκόνι, οὐχ ἁπλῶς χόρτῳ παραβάλλων, ἀλλὰ τῷ ἐπὶ δωμάτων. Καίτοι γε καὶ ὁ ἐν πεδίῳ λιπαρῷ, ταχέως διαῤῥεῖ, ἀλλ' ἐκεῖνος πλείονα δεικνὺς τῶν ἐναντίων τὴν εὐτέλειαν, τῷ ἐπὶ τῶν δωμάτων αὐτοὺς παραβάλλει· ὥστε ἑκατέρωθεν δεῖξαι αὐτῶν τὸ εὐκατάπτωτον, καὶ ἀπὸ τῆς φύσεως τοῦ χόρτου, καὶ ἀπὸ τῆς φύσεως τοῦ τόπου. Τοιαῦται, φησὶ, τῶν ἐναντίων αἱ ἔφοδοι, οὐκ ἔχουσαι ῥίζαν, οὐδὲ ὑπόστασιν· ἀλλὰ πρὸς ὀλίγον μὲν δοκοῦσιν ἀνθεῖν, ὕστερον δὲ ἐλέγχονται, καὶ ἑαυτοῖς περιπίπτουσι. Τοιαύτη καὶ τῶν ἐν ἀδικίᾳ ζώντων ἡ εὐημερία, τῶν βιωτικῶν ἡ φαιδρότης· ὁμοῦ τε γὰρ φαίνεται καὶ ἀπόλλυται, οὔτε ὑπόστασίν τινα, οὔτε δύναμιν ἔχουσα. Διόπερ οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τὸ εὐκατάλυτον αὐτῶν ἐννοοῦντας, τῶν ἀθανάτων ἐφίεσθαι καὶ ἀκινήτων πραγμάτων, καὶ οὐκ ἐχόντων μεταβολήν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.