Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ. Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-35
Not analysed yet
Τί ἐστιν, Ἐκ βαθέων; Οὐχ ἁπλῶς, ἀπὸ στόματος, οὐδὲ ἁπλῶς, ἀπὸ γλώττης· καὶ γὰρ τῆς διανοίας πλανωμένης τὰ ῥήματα ἐκχεῖται· ἀλλὰ, ἀπὸ καρδίας βαθυτάτης, μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς προθυμίας, ἐξ αὐτῶν τῆς διανοίας τῶν βάθρων. Τοιαῦται γὰρ αἱ τῶν θλιβομένων ψυχαί· αὐτὴν συγκινοῦσιν ὁλόκληρον τὴν καρδίαν, μετὰ πολλῆς τῆς κατανύξεως τὸν Θεὸν καλοῦντες· διὸ δὴ καὶ ἀκούονται. Αἱ γὰρ τοιαῦται εὐχαὶ πολλὴν ἔχουσι δύναμιν, οὐ περιτρεπόμεναι οὐδὲ σαλευόμεναι, κἂν μετὰ πολλῆς ῥύμης ὁ διάβολος ἐπέλθῃ. Καθάπερ γὰρ δένδρον ἰσχυρὸν, καὶ κατὰ πολλοῦ τοῦ βάθους τῆς γῆς παραπέμπον τὴν ῥίζαν, καὶ τοὺς κόλπους αὐτῆς περισφίγγον, πρὸς ἅπασαν πνευμάτων ῥύμην ἀνθίσταται, τὸ δὲ περὶ τὴν ἐπιφάνειαν κείμενον, μικρᾶς προσπεσούσης αὔρας διασαλεύεται, καὶ πρόῤῥιζον ἐκτιλὲν ἐπὶ τῆς γῆς κεῖται· οὕτω δὴ καὶ αἱ εὐχαὶ αἱ μὲν κάτωθεν ἀνιοῦσαι καὶ πρὸς τὸ βάθος ἐῤῥιζωμέναι, κἂν μυρίοι προσέλθωσι λογισμοὶ, κἂν ἅπασα ἡ τοῦ διαβόλου παράταξις, ἐκτενεῖς μένουσι καὶ ἀνένδοτοι, μὴ περιτρεπόμεναι· αἱ δὲ ἀπὸ τοῦ στόματος καὶ τῶν χειλέων προϊοῦσαι, καὶ μὴ ἀνερχόμεναι κάτωθεν, οὐδὲ πρὸς τὸν Θεὸν ἀναβῆναι δύνανται, διὰ τὴν ῥᾳθυμίαν τοῦ προσιόντος. Τὸν γὰρ τοιοῦτον κἂν κτύπος τις γένηται, περιέτρεψε· κἂν θόρυβος, ἀπήγαγε τῆς ἱκετηρίας· καὶ τὸ μὲν στόμα ἠχεῖ, ἡ δὲ καρδία κενὴ καὶ ἡ διάνοια ἔρημος. Ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως ηὔχοντο, ἀλλὰ μετὰ τοσαύτης τῆς ἐπιτάσεως, ὡς καὶ ὅλον τὸ σῶμα κατακάμπτειν. Ὁ γοῦν μακάριος Ἠλίας εὐχόμενος, πρῶτον μὲν ἐρημίαν ἐζήτησεν· εἶτα τὴν κεφαλὴν μεταξὺ τῶν γονάτων θεὶς, καὶ μετὰ πολλῆς ἑαυτὸν ἀνακαίων τῆς θερμότητος, οὕτω τὰς εὐχὰς ἠφίει. Εἰ δὲ βούλει καὶ ὀρθὸν ἑστῶτα ἰδεῖν ἐν εὐχῇ, ὅρα πάλιν αὐτὸν ἐκτεταμένον πρὸς τὸν οὐρανὸν, καὶ οὕτως ἐκτεταμένον, ὡς καὶ πῦρ ἄνωθεν κατενεγκεῖν. Οὕτω καὶ ὅτε τῆς χήρας τὸ παιδίον ἀναστῆσαι ἐβούλετο, ὅλον ἑαυτὸν συντείνας, τὴν ἀνάστασιν ἐκείνην εἰργάζετο, οὐ διακλώμενος, οὐδὲ χασμώμενος καθάπερ ἡμεῖς, ἀλλὰ διαθερμαινόμενος τῇ προθυμίᾳ τῆς εὐχῆς. Καὶ τί λέγω τὸν Ἠλίαν καὶ τοὺς ἁγίους ἐκείνους; Γυναῖκας εἶδον πολλάκις δι' ἀπόδημον ἄνδρα καὶ παιδίον ἀῤῥωστοῦν οὕτως ἐκ βαθέων εὐχομένας, καὶ τοσαύτας πηγὰς ἀφιείσας δακρύων, ὡς καὶ αὐτοῦ τοῦ τέλους ἐπιτυχεῖν τῆς εὐχῆς. Εἰ δὲ ὑπὲρ παιδίου καὶ ἀνδρὸς ἀποδήμου οὕτω θερμαίνονται γυναῖκες ἐν εὐχαῖς, ποίαν ἕξει συγγνώμην ὁ ἀνὴρ τῆς ψυχῆς νενεκρωμένης μαλακιζόμενος; Διά τοι τοῦτο πολλάκις εὐχόμενοι, κενοὶ πάλιν ἀναχωροῦμεν. Ἄκουσον τῆς Ἄννης, πῶς ηὔχετο ἐκ βαθέων, οἵας ἠφίει πηγὰς δακρύων, πῶς μετάρσιος γέγονεν ἀπὸ τῆς εὐχῆς. Ὁ γὰρ οὕτως εὐχόμενος, καὶ πρὶν ἢ λαβεῖν ἅπερ αἰτεῖ, μεγάλα ἀπὸ τῆς εὐχῆς καρποῦται καλὰ, τὰ πάθη καταστέλλων ἅπαντα, θυμὸν μαλάσσων, φθόνον ἐκβάλλων, ἐπιθυμίαν τήκων, τῶν βιωτικῶν τὸν ἔρωτα καταμαραίνων, ἐν πολλῇ γαλήνῃ τὴν ψυχὴν καθιστὰς, εἰς αὐτὸν λοιπὸν τὸν οὐρανὸν ἀνιών. Καθάπερ γὰρ εἰς σκληρὰν γῆν ὑετὸς καταφερόμενος, ἢ σίδηρον πῦρ μαλάσσει· οὕτω τὸ σκληρὸν τῆς διανοίας τὸ ἀπὸ τῶν παθῶν ἡ τοιαύτη εὐχὴ καὶ πυρὸς σφοδρότερον, καὶ ὑετοῦ μᾶλλον καταμαλάσσει καὶ διαβρέχει. Ἔστι μὲν γὰρ ἁπαλὴ καὶ εὔπλαστος ἡ ψυχή· ἀλλ' ὅπερ τὸ τοῦ Ἴστρου πολλάκις πάσχει ὕδωρ, τῷ κρυμῷ πετρούμενον, τοῦτο καὶ ἡ ψυχὴ ἡ ἡμετέρα, ὑπὸ τῆς ἁμαρτίας καὶ πολλῆς ῥᾳθυμίας σκληρυνομένη καὶ λίθος γινομένη. Δεῖ τοίνυν ἡμῖν πολλῆς θέρμης. ὥστε καταμαλάξαι τὸ σκληρόν. Τοῦτο δὲ μάλιστα εὐχὴ ἐργάζεται. Ὅταν τοίνυν μεταχειρίζῃ τὴν εὐχὴν, μὴ τοῦτο ζήτει μόνον, ὅπως λάβῃς ὅπερ αἰτεῖς· ἀλλὰ καὶ ὅπως ἐν αὐτῇ τῇ εὐχῇ βελτίω ποιήσῃς τὴν ψυχήν. Καὶ γὰρ καὶ τοῦτο ἔργον εὐχῆς. Ὁ οὕτως εὐχόμενος, ἀνώτερος γίνεται τῶν βιωτικῶν, πτεροῦται τῇ διανοίᾳ, κοῦφον ποιεῖ τὸν λογισμὸν, οὐδενὶ τῶν παθῶν ἁλίσκεται. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε. Δύο ἐνταῦθα τίθησι, καὶ τὸ, Ἐκ βαθέων, καὶ τὸ κράξαι· κραυγὴν οὐ τὸν τόνον λέγων τῆς φωνῆς, ἀλλὰ τὴν διάθεσιν τῆς γνώμης. Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Ἐντεῦθεν δύο μανθάνομεν, ὅτι τε ἁπλῶς οὐκ ἔστι τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἐὰν μὴ τὰ παρ' ἡμῶν ὑπάρξῃ· διὸ καὶ πρότερόν φησιν, Ἐκ βαθέων ἐκέκραξα, καὶ τότε, Εἰσάκουσον· ἔπειτα ὅτι εὐχὴ ἐκτεταμένη καὶ δακρύων κατανύξεως γέμουσα πολλὴν ἔχει δύναμιν πρὸς τὸ πεῖσαι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ γὰρ ὥσπερ μέγα τι κατωρθωκὼς, καὶ τὰ παρ' αὐτοῦ πληρώσας, οὕτως ἐπήγαγε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὦτα τὴν ἀκουστικὴν λέγει δύναμιν· καὶ πάλιν φωνήν φησιν, οὐ τὸν τόνον τοῦ πνεύματος, οὐδὲ τὴν κραυγὴν αἰνιττόμενος, ἀλλὰ τὴν συντεταμένην διάθεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ἁμαρτωλὸς ὢν, καὶ μυρίων γέμων κακῶν, οὐ δύναμαι προσιέναι καὶ εὔχεσθαι, καὶ τὸν Θεὸν καλεῖν, περιαιρῶν ταύτην τὴν σκῆψιν φησίν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Τὸ γὰρ, Τίς, ἐνταῦθα οὐδείς ἐστιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, οὐδένα μετὰ ἀκριβείας παρέχοντα τῶν πραγμάτων τὰς εὐθύνας, τυχεῖν ἐλέους καὶ φιλανθρωπίας ποτέ.