Ancient Greek · ~17 min
ΕΙΣ ΤΟΝ ΡΛΓʹ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos ΕΙΣ ΤΟΝ ΡΛΓʹ ΨΑΛΜΟΝ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου..1
Not analysed yet
Ἐνταῦθα κατέλυσε τοὺς περὶ τῶν ἀναβαθμῶν ψαλμοὺς, εἰς καλὸν τέλος κατακλείσας τὸν λόγον, εὐφημίαν τε καὶ εὐλογίαν. Δούλους δὲ Κυρίου βούλεται εἶναι οὐ κατὰ τὰ δόγματα μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν· διὸ καὶ προσέθηκεν, Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου τοῦ Θεοῦ ἡμῶν. Τὸν γὰρ ἀκάθαρτον καὶ βέβηλον οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν περιβόλων θέμις. Ὥστε εἴ τις ἄξιός ἐστιν ἐπιβαίνειν, καὶ εὐλογεῖν ἄξιός ἐστιν. Ὁ γὰρ οἶκος τοῦ Θεοῦ τῷ οὐρανῷ ἔοικε· καὶ καθάπερ ἐκεῖ τῶν ἀντικειμένων δυνάμεων μηδεμίαν ἐπιβῆναι θέμις, οὕτως οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐννόησον ἡλίκης ἀπολαύεις τῆς ἀξίας, ἄνθρωπε, ὅπου γε καὶ αὐτὸς ἐγένου ναὸς, ὅσην δίκαιος ἂν εἴης παρέχειν καθαρότητα. Πῶς δὲ ἂν παράσχοις τὴν καθαρότητα; Εἰ πάντα λογισμὸν πονηρὸν ἐκβάλοις, εἰ διαβολικαῖς ἐνεργείαις ἄβατον ποιήσῃς τὸ χωρίον τῆς διανοίας, εἰ καθάπερ ἐν ἀδύτοις ἁγίοις μένεις καλλωπίζων τὴν διάνοιαν τὴν σαυτοῦ. Εἰ γὰρ ἐπὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ οὐ πᾶς τόπος ἅπασιν ἦν βατὸς, ἀλλὰ πολλοὶ καὶ διάφοροι διορισμοὶ, καὶ ὁ μὲν τοῖς προσηλύτοις, ὁ δὲ τοῖς ἐξ ἀρχῆς Ἰουδαίοις, ὁ δὲ τοῖς ἱερεῦσιν, ὁ δὲ τῷ ἀρχιερεῖ μόνῳ, καὶ οὐδὲ τούτῳ ἀεὶ, ἀλλ' ἅπαξ τοῦ ἐνιαυτοῦ· πόσης ἐννόησον ἁγιωσύνης σοι δεῖ τῷ πολλῷ μείζονα σύμβολα δεξαμένῳ, ὧν ἐδέξατο τὰ ἅγια τῶν ἁγίων τότε. Οὐ γὰρ Χερουβὶμ ἔχεις, ἀλλ' αὐτὸν τὸν τῶν Χερουβὶμ Δεσπότην ἔχεις ἐνοικοῦντα, οὐδὲ στάμνον, καὶ μάννα, καὶ πλάκας λιθίνας, καὶ τὴν ῥάβδον τὴν Ἀαρὼν, ἀλλὰ σῶμα καὶ αἷμα δεσποτικὸν, καὶ Πνεῦμα ἀντὶ τοῦ γράμματος, καὶ χάριν ὑπερβαίνουσαν λογισμὸν ἀνθρώπινον, καὶ δωρεὰν ἀνεκδιήγητον. Ὅσῳ δὲ μειζόνων ἠξιώθης συμβόλων καὶ φρικτῶν μυστηρίων, τοσούτῳ μείζονος εἶ ὑπεύθυνος τῆς ἁγιωσύνης, καὶ πλείονος κολάσεως, εἰ παραβαίης τὰ ἐπιτεταγμένα. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἕτερος, Ἁγίως. Ἄλλος, Ἡγιασμένως. Καὶ εὐλογεῖτε τὸν Κύριον. Διὰ τί φησιν, Ἐν νυξί; Παιδεύων ἡμᾶς μὴ τὴν πᾶσαν αὐτὴν εἰς ὕπνον δαπανᾷν, καὶ δεικνὺς τότε καθαρωτέρας εἶναι τὰς εὐχὰς, ὅτε καὶ κουφότερος ὁ νοῦς, καὶ πλείων ἡ σχολή. Εἰ δὲ ἐν νυκτὶ παραγίνεσθαι εἰς τὰ ἅγια δεῖ, ἐννόησον ποίας τεύξεται συγγνώμης ὁ μηδὲ οἴκοι κατὰ τὸν καιρὸν ἐκεῖνον εὐχὰς ἐπιτελῶν. Ὁ μὲν γὰρ Προφήτης ἀνίστησί σε ἀπὸ τῆς κλίνης, καὶ πρὸς τὸν ναὸν ἄγει, κελεύων ἐνταῦθα διανυκτερεύειν· σὺ δὲ οὐδὲ οἴκοι καθήμενος τοῦτο ποιεῖς. Καλῶς δὲ εἶπεν, Ἁγίως, δηλῶν ὅτι χωρὶς διαλογισμῶν πονηρῶν εὔχεσθαι δεῖ, χωρὶς μνησικακίας, χωρὶς πλεονεξίας, χωρὶς ἄλλης τινὸς τοιαύτης ἁμαρτίας, λυμαινομένης τὴν διάνοιαν. Καὶ εὐλογεῖτε τὸν Κύριον. Τοῦτο γὰρ μάλιστά ἐστιν εὐλογία ἠκριβωμένη, ὅταν μετὰ τῶν ῥημάτων καὶ ὁ βίος σύμφωνα φθέγγηται, καὶ διὰ τῶν ἔργων δοξάσῃς τὸν ποιήσαντά σε Θεὸν, κατὰ τὸ Εὐαγγέλιον τὸ λέγον· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Τουτέστιν, ἂν ταῦτα ποιῇς, τεύξῃ καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας, ἂν διανυκτερεύῃς, ἂν εὔχῃ ἁγίως, ἂν ἄξιος ᾖς τοῦ ἑστάναι ἐν τῷ οἴκῳ Κυρίου, ἂν σαυτὸν ναὸν ἐπιτήδειον παράσχῃς. Παραινέσας τοίνυν ὡς ἐχρῆν, λοιπὸν εἰς εὐχὴν κατακλείει τὸν λόγον. Τοῦτο γὰρ ἀρίστου διδασκάλου, καὶ τῇ συμβουλῇ διορθοῦν τὸν ἀκροατὴν, καὶ ταῖς εὐχαῖς νευροῦν. Τί βούλεται δηλοῦν διὰ τοῦ εἰπεῖν, Ἐκ Σιών; Ποθεινὸν αὐτοῖς τὸ ὄνομα ἦν, καὶ ἐκεῖ τῆς ἁγιαστίας ἁπάσης ἡ ὑπόθεσις ἐτελεῖτο. Διὰ δὴ τοῦτο ἐπεύχεται αὐτοῖς ἀπολαβεῖν τὴν προτέραν πολιτείαν, καὶ ἐν ἐκείνῃ γενέσθαι τῇ ἁγιαστίᾳ, καὶ ταύτης ἀπολαύειν τῆς εὐλογίας. Εἶτα εἰς ὑψηλότερα αὐτοὺς ἀνάγων δόγματα, καὶ παιδεύων ὅτι πανταχοῦ ὁ Θεός ἐστι, τὸν δὲ ναὸν διὰ τὴν ἐκείνων ἀσθένειαν ἐνομοθέτησεν οἰκοδομηθῆναι, καὶ δεῖ πανταχόθεν αὐτὸν καλεῖν, ἐπήγαγεν, Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ' ἐκεῖνοι μὲν τότε αὐτὸν ἐκάλουν ἐκεῖ, ἡμεῖς δὲ ἐν παντὶ τόπῳ, ἐν παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν πανδοχείῳ, καὶ ὅπουπερ ἂν ὦμεν. Οὐδὲν γὰρ ἀπὸ τοῦ τόπου κωλύεται τὰ τῆς εὐχῆς, μόνον ἐὰν ὁ τρόπος ᾖ τῇ εὐχῇ συμβαίνων. Τοῦτο τοίνυν κατορθώσαντες, πανταχοῦ τὸν Θεὸν καλῶμεν, καὶ παραστήσεται, καὶ συνεφάψεται, καὶ πάντα ἡμῖν τὰ δύσκολα εὔκολα καὶ ῥᾴδια ἐργάσεται, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.