Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΛΔʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-37
Not analysed yet
Πάλιν ἐπὶ τὴν θυσίαν ταύτην αὐτὸς παρακαλεῖ τὴν διὰ τῶν αἴνων. Καὶ γὰρ θυσία τοῦτο τῷ Θεῷ καὶ προσφορά. Διὸ καὶ ἀλλαχοῦ φησιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Συνεχῶς δὲ μέμνηται τοῦ οἴκου καὶ τῶν αὐλῶν, προσηλῶν αὐτοὺς τῷ τόπῳ, καὶ οὐκ ἐῶν ἀποπηδᾷν. Ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν διὰ τοῦτο αὐτὸν ἐνομοθέτησεν ἀνεγείρειν, ὥστε πάσης ἀσεβείας τε καὶ εἰδωλολατρείας ἀναίρεσιν αὐτοῖς γενέσθαι τὸ πρὸς ἕνα τόπον πάντας συνάγεσθαι, ἀλλὰ μὴ ἀπαυθαδιαζομένους καὶ ἐλευθεριάζοντας πανταχοῦ πλανᾶσθαι, καὶ ἄλση, καὶ πηγὰς, καὶ βουνοὺς, καὶ ὄρη ὑπόθεσιν λαμβάνειν εἰς ἀσεβείας ἀφορμὴν, θύοντας ἐκεῖ, καὶ σπένδοντας ἐπὶ τῶν ὑψηλῶν. Διὰ δὴ τοῦτο καὶ φόνῳ κρίνει τὸν ἔξω που θύοντα τοῦ ναοῦ, λέγων· Ὃς ἂν μὴ ἐνέγκῃ εἰς τὴν σκηνὴν καὶ θύσῃ, αἷμα αὐτῷ λογισθήσεται. Τούτου χάριν πανταχόθεν αὐτοὺς εἰς τὸν τόπον ἐκεῖ συνάγει, ἵνα καὶ ἀκούοντες σωφρονῶσιν, καὶ τῆς πεπλανημένης ἀπέχωνται διανοίας. ᾌδειν δὲ καὶ ψάλλειν παρακελεύεται καὶ αἰνεῖν, ὅτι οἱ αἶνοι οἱ εἰς τὸν Θεὸν γινόμενοι καὶ εὐσεβείας ἦσαν ὑποθέσεις αὐτοῖς, τὰ παλαιὰ ἔχοντες διηγήματα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας, τὰ περὶ τοῦ νόμου, τὰ ἐν τῷ Σινᾷ ὄρει, τὰ τῶν πολέμων· καὶ τὸ αὐτὸ ὁμοῦ τε εἰς τὸν Θεὸν εὐφημία ἐγίνετο, ὁμοῦ τε τοῖς ᾄδουσι διδασκαλίας ὑπόθεσις, καὶ τὸν βίον ῥυθμίζουσα, καὶ πρὸς δογμάτων ἀκρίβειαν χειραγωγοῦσα. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος. Ἄλλος φησὶν, Ὅτι χρηστός. Ὅπερ μάλιστα τοῖς ἀκούουσι ποθεινὸν, τοῦτο συνεχῶς τίθησι, τὴν φιλανθρωπίαν, τὸν ἔλεον, τὴν χρηστότητα. Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Τοῦτό φησι δεικνὺς ὅτι ἔχει τινὰ καὶ καθ' ἑαυτὸ ἡδονὴν τὸ πρᾶγμα μετὰ τῆς ὠφελείας. Τὸ μὲν γὰρ κέρδος αὐτοῦ τὸ προηγούμενον, τὸ εἰς τὸν Θεὸν ὕμνους λέγειν, τὸ τὴν ψυχὴν ἐκκαθαίρειν, τὸ μετάρσιον ποιεῖν τὸν λογισμὸν, τὸ παιδεύεσθαι δόγματα ἀκριβῆ, τὸ φιλοσοφεῖν περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων. Ἔχει δὲ μετὰ τούτων διὰ τῆς μελῳδίας καὶ ἡδονὴν πολλὴν καὶ παραμυθίαν τινὰ καὶ ἄνεσιν, καὶ σεμνὸν ποιεῖ τὸν ᾄδοντα. Καὶ ὅτι τοιούτους ἐργάζεται, δῆλον ἐκ τοῦ τὸν μὲν τῶν ἑρμηνευτῶν εἰπεῖν, Ὅτι εὐπρεπὲς, τὸν δὲ, Ὅτι ἡδύ. Ἀμφότεροι δὲ τὰ ἀληθῆ λέγουσι. Κἂν γὰρ μυριάκις ἀσελγὴς ὁ ψάλλων ᾖ, αἰδούμενος τὸν ψαλμὸν, κατακοιμίζει τῆς ἀσελγείας τὴν τυραννίδα· κἂν μυρίοις ᾖ κακοῖς βεβαρημένος, καὶ ὑπὸ ἀθυμίας κατεχόμενος, κατακηλούμενος ὑπὸ τῆς ἡδονῆς, κουφίζει τὸν λογισμὸν, πτεροῖ τὴν διάνοιαν, καὶ μετάρσιον ἐργάζεται τὴν ψυχήν. Ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ. Οὐ λέγει τὰς κοινὰς εὐεργεσίας, ἃς μετὰ τῶν ἄλλων ἔχουσιν, ἀλλὰ τὴν ἰδίαν καὶ ἐξαίρετον αὐτῶν. Τίς δὲ αὕτη ἦν; Τὸ τὸν λαὸν ἐκλέξασθαι, καὶ ἑαυτῷ ἀναθεῖναι, καὶ ἰδιάζουσάν τινα παρὰ τοὺς ἄλλους εἰς αὐτοὺς πρόνοιαν ἐπιδείξασθαι. Καὶ πανταχοῦ τοῦτο ποιοῦσιν οἱ προφῆται, ἀπὸ τῶν εἰς ἑαυτοὺς εὐεργεσιῶν τὰ πολλὰ τῶν λόγων ὑφαίνοντες. Τί δέ ἐστιν, Εἰς περιουσιασμὸν ἑαυτῷ; Εἰς πλοῦτον, εἰς περιουσίαν. Εἰ γὰρ καὶ ὀλίγον τὸ ἔθνος, ἀλλὰ τοῦτο ὡς πλοῦτον ἑαυτῷ ἐξελέξατο, οὐ τῇ ὀλιγότητι, ἀλλὰ τῇ ἀρετῇ προσέχων, πρὸς ἣν αὐτοὺς χειραγωγῆσαι βουλόμενος ἐκλέγεται, ὡς τῶν ἄλλων ἀνθρώπων οὐ τοσοῦτον αὐτῷ ποιούντων πλοῦτον, ὅσον οὗτος ὁ δῆμος, ὡς τοῦτο καὶ γέγονεν ἀπό τε τῆς εὐνοίας τοῦ ἑλομένου, ἀπό τε τῆς παιδαγωγίας αὐτῶν. Οἶδε γὰρ πλοῦτον ὁ Παῦλος τὴν σωτηρίαν τῶν ἀνθρώπων καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ γὰρ αὐτὸς Κύριος πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Καὶ πάλιν· Τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Ὁρᾷς πῶς τὴν ἀγάπην ἐνεδείξατο τοῦ Θεοῦ τὴν περὶ αὐτοὺς, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν διάθεσιν, ὅπου γε περιουσιασμὸν αὐτοὺς ἐκάλεσε. Δι' ἀμφοτέρων τοίνυν τούτων δείκνυσιν αὐτοῦ τὴν ἐξαίρετον περὶ αὐτοὺς πρόνοιαν, ὅτι τε ἐξελέξατο, ὅτι τε εἰς περιουσιασμὸν ἑαυτῷ. Εἶδες πῶς παρέστησεν αὐτοῦ τὴν φιλανθρωπίαν; Διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· Αἰνεῖτε αὐτὸν, ὅτι ἀγαθὸς Κύριος. Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος. Ἰδοὺ καὶ ἄλλην αἰτίαν τίθησι τοῦ ὑμνεῖν. Εἰπὲ δή μοι· σὺ ἔγνωκας, οἱ δὲ ἄλλοι οὐκ ἴσασι; Ἴσασι μὲν, οὐχ οὕτως δὲ ὡς ἐγώ. Τῶν γὰρ μάλιστα ἁγίων καὶ ἀναβεβηκότων ἐστὶ τὸ ἀκριβέστερον εἰδέναι αὐτοῦ τὴν μεγαλωσύνην, οὐ πᾶσαν, ἥτις ἐστὶ (τοῦτο γὰρ ἀδύνατον), ἀλλὰ τῶν ἄλλων σαφέστερον. Καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἰδοὺ, φησὶν, ὁ εἰπὼν ὅτι μέγας Κύριος, καὶ ὅτι σὺ ἔγνωκας, προϊὼν ἐλαττοῖ τὸν λόγον, καὶ συγκρίνει αὐτὸν τοῖς ἄλλοις, καὶ κατὰ σύγκρισιν αὐτῷ δίδωσι τὴν ὑπεροχήν. Οὐδαμῶς, φησὶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων τότε διελέγετο, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων ἐπὶ τοῦτο. Οὐ σφόδρα γὰρ παραστατικὸν τοῦτο τοῦ μεγάλου, τὸ μείζονα τὸν Θεὸν λέγεσθαι, καὶ ὑπὲρ ἐκείνους εἶναι μέγαν· ἀλλ', ὅπερ ἔφθην εἰπὼν, συμμετρεῖ τὸν λόγον ἐν τῇ εὐτελείᾳ τῶν ἀκροατῶν, κατὰ μικρὸν αὐτοὺς ἀνάγων. Καὶ γὰρ ἀγαπητὸν ἦν αὐτοὺς τέως τοῦτο ἀκοῦσαι, καὶ πεισθῆναι.