Ancient Greek · ~22 min
ΕΙΣ ΤΟΝ ΡΝʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos ΕΙΣ ΤΟΝ ΡΝʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ..1
Not analysed yet
Ἢ περὶ τοῦ λαοῦ ἐνταῦθα τοῦτο λέγει, ἢ περὶ βίου ἁγίου καὶ ἀνδρῶν ἁγίων. Ὅρα δὲ πῶς τὸ βιβλίον κατέκλεισε πάλιν εἰς εὐχαριστίαν, παιδεύων ἡμᾶς ὅτι τοῦτο καὶ ἀρχὴν καὶ τέλος εἶναι δεῖ καὶ τῶν πραγμάτων καὶ τῶν ῥημάτων ἡμῶν. Διὸ καὶ Παῦλός φησι· Πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ καὶ ἔργῳ, πάντοτε εὐχαριστεῖτε τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Οὕτω καὶ τῆς εὐχῆς ἡμῶν τὸ προοίμιον ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Τὸ γὰρ λέγειν, Πάτερ ἡμῶν, εὐχαριστούντων ἐστὶν ἐπὶ ταῖς γεγενημέναις δωρεαῖς, καὶ πάσας αὐτὰς διὰ τοῦ ὀνόματος τούτου δεικνύντων. Ὁ γὰρ εἰπὼν Πατέρα, τὴν υἱοθεσίαν ὡμολόγησεν· ὁ δὲ τὴν υἱοθεσίαν ὁμολογήσας, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν ἀπολύτρωσιν, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, τοῦ Πνεύματος τὴν χορηγίαν ἀνεκήρυξε. Δεῖ γὰρ ταῦτα πάντα προϋπάρξαι, ὥστε τῆς υἱοθεσίας ἡμᾶς οὕτως ἀπολαῦσαι, καὶ καλέσαι Πατέρα ἀξιωθῆναι. Ἐμοὶ δὲ ἕτερον δοκεῖ αἰνίττεσθαι λέγων· τὸ γὰρ, Ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῦτό ἐστι, διὰ τοὺς ἁγίους αὐτοῦ. Εὐχαριστεῖτε οὖν, ὅτι τοιαύτην πολιτείαν εἰς τὸν βίον εἰσήγαγεν, ἢ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Διὸ πρότερον, Ἐν τοῖς ἁγίοις εἰπὼν, τότε ἐπήγαγεν· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· ἐμφαίνων ὅπερ ἔφθην εἰπών. Τοῦτο γὰρ μᾶλλον τῷ Θεῷ περισπούδαστον, ἢ ἐκεῖνο. Καὶ γὰρ οὐρανὸς διὰ τὸν ἄνθρωπον γέγονεν, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐν στερεώματι, Τῷ ἀκαθαιρέτῳ εἶπε. Καὶ ἄλλος, Ἐν στερεώματι κράτους αὐτοῦ. Καὶ ἕτερον δέ μοι δοκεῖ αἰνίττεσθαι πάλιν, ὡς ἐν τῷ προτέρῳ ψαλμῷ. Ὡς γὰρ ἐκεῖ εἶπεν, Αἰνεῖτε αὐτὸν οἱ ἄγγελοι αὐτοῦ· οὕτω καὶ ἐνταῦθα, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι αὐτοῦ· τουτέστιν, οἱ ὄντες ἐν στερεώματι αὐτοῦ. Οὐ γὰρ παύεται συνεχῶς κοινωνοὺς λαμβάνων τῆς εὐφημίας τὰς ἄνω δυνάμεις. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Ἄλλος, Διὰ τῶν δυναστειῶν αὐτοῦ. Ὁ δὲ Ἑβραῖός φησιν, Βεγεβουροθαῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Αἰνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ, διὰ τὴν δύναμιν αὐτοῦ, διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν, ἣν διὰ πάντων ἐπιδείκνυται, τῶν ἄνω, τῶν κάτω, τῶν κοινῇ, τῶν ἰδίᾳ, τῶν καθ' ἕκαστον, τῶν διηνεκῶς. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Καὶ πῶς τοῦτο δυνατὸν, ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης αὐτοῦ αἶνον ἀναγαγεῖν; Οὐ τοῦτο λέγει, ὅτι ἀντίῤῥοπον, ἀλλ' ὅσον, φησὶ, δυνατὸν ἐκτείνειν, ἐννοῶν τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι ἀνάφερε, καὶ οἷον εἰκὸς τοιούτῳ μεγάλῳ Θεῷ καὶ μεθ' ὑπερβολῆς μεγάλῳ ἀναφέρειν ὕμνον ἄνθρωπον ὄντα· καὶ γὰρ ἄξιον οὐδεὶς ἀνενεγκεῖν δύναται. Εἶδες πόθον ψυχῆς; εἶδες ἐκκαιομένην διάνοιαν, βιαζομένην, φιλονεικοῦσαν καὶ τὴν οἰκείαν ἀσθένειαν ὑπερβῆναι, καὶ ἀναπτῆναι λοιπὸν πρὸς αὐτὸν τὸν οὐρανὸν, συνδεδεμένην τῷ Θεῷ, ἀνακειμένην αὐτῷ πολλῷ τῷ πόθῳ; Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Ἄλλος, Δι' ἤχου κερατίνης. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄλλος, Διὰ νάβλας καὶ λύρας. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄλλος, Διὰ χορδῶν καὶ κιθάρας. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Ἄλλος, Ἐν κυμβάλοις σημασίας. Πᾶσα πνοὴ αἰ νεσάτω τὸν Κύριον. Ἄλλος, Ἀναπνοή. Πάντα ἀνακινεῖ τὰ ὄργανα, καὶ διὰ πάντων τὴν μελῳδίαν ἀναφέρεσθαι παρακελεύεται, διαθερμαίνων τὴν διάνοιαν αὐτῶν καὶ ἀνεγείρων. Ὥσπερ οὖν Ἰουδαίοις διὰ πάντων τῶν ὀργάνων, οὕτως ἡμῖν παρακελεύεται διὰ πάντων τῶν μελῶν ἀνυμνεῖν τὸν Θεὸν, δι' ὀφθαλμοῦ, διὰ γλώττης, δι' ἀκοῆς, καὶ διὰ χειρός. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλοῖ λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Αἰνεῖ γὰρ καὶ ὀφθαλμὸς, ὅταν μὴ ἀκόλαστα βλέπῃ· καὶ γλῶττα, ὅταν ψάλλῃ· καὶ ἀκοὴ, ὅταν μὴ δέχηται πονηρὰ ᾄσματα, μηδὲ κατηγορίας τοῦ πλησίον· καὶ διάνοια, ὅταν μὴ δόλους ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ· καὶ πόδες, ὅταν μὴ ἐπὶ πονηρίαν τρέχωσιν, ἀλλ' ἐπὶ ἀγαθῶν ἔργων οἰκονομίαν· καὶ χεῖρες, ὅταν μὴ ἐπὶ ἁρπαγὴν καὶ πλεονεξίαν καὶ πληγὰς, ἀλλ' ἐπὶ ἐλεημοσύνην καὶ τὴν τῶν ἀδικουμένων προστασίαν ἐκτείνωνται. Τότε γίνεται κιθάρα ἐμμελὴς ὁ ἄνθρωπος, παναρμόνιόν τινα μελῳδίαν καὶ πνευματικὴν ἀναφέρων τῷ Θεῷ. Καὶ τὰ ὄργανα δὲ ἐκεῖνα διὰ τοῦτο ἐπετέτραπτο τότε, διά τε τὴν ἀσθένειαν αὐτῶν, καὶ διὰ τὸ κιρνᾷν αὐτοὺς εἰς ἀγάπην καὶ συμφωνίαν, καὶ ἐγείρειν αὐτῶν τὴν διάνοιαν μεθ' ἡδονῆς ποιεῖν τὰ τὴν ὠφέλειαν παρεχόμενα, καὶ εἰς πολλὴν βούλεσθαι αὐτοὺς ἄγειν σπουδὴν διὰ τῆς τοιαύτης ψυχαγωγίας. Τὸ γὰρ βάναυσον αὐτῶν καὶ ῥᾴθυμον καὶ ἀναπεπτωκὸς σοφιζόμενος ὁ Θεὸς, ἀφυπνίζειν αὐτοὺς ταύτῃ μεθώδευσε τῇ σοφίᾳ, ἀνακεράσας τῷ πόνῳ τῆς προσεδρίας τὸ ἡδὺ τῆς μελῳδίας. Τί δέ ἐστιν, Ἐν κυμβάλῳ σημασίας; Τοὺς ψαλμοὺς οὕτω φησίν. Οὐ γὰρ ἁπλῶς ἐκυμβάλιζον, οὐδὲ ἁπλῶς ἐκιθάριζον, ἀλλ' ὡς οἷόν τε ἦν, καὶ διὰ τῶν κυμβάλων, καὶ διὰ τῶν σαλπίγγων, καὶ διὰ τῶν τῆς κιθάρας ψαλμῶν τὰς σημασίας ἐνδεικνύμενοι· καὶ ἦν αὐτοῖς εἰς ταῦτα σπουδὴ καὶ πόνος πολὺ τὸ κέρδος φέρων. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐπειδὴ γὰρ ἐκάλεσε τοὺς ἐξ οὐρανοῦ, ἐπειδὴ διήγειρε τὸν δῆμον, ἐπειδὴ τὰ ὄργανα ἅπαντα ἐκίνησεν, εἰς τὴν φύσιν πᾶσαν ἐκβαίνει λοιπὸν, πᾶσαν ἡλικίαν εἰς τὴν μελῳδίαν καλῶν, πρεσβύτας, ἄνδρας, νέους, ἐφήβους, γυναῖκας, ἅπαντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας, καὶ ἐντεῦθεν ἤδη προκαταβαλλόμενος τῆς Καινῆς Διαθήκης τὰ σπέρματα τοῖς πανταχοῦ γῆς ἐκτεταμένοις. Αἰνῶμεν τοίνυν τὸν Θεὸν διηνεκῶς, μὴ διαλείπωμεν ὑπὲρ ἁπάντων εὐχαριστοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ τῶν πραγμάτων. Αὕτη γὰρ ἡμῶν θυσία καὶ προσφορὰ, αὕτη λειτουργία ἀρίστη καὶ ταῖς ἀγγελικαῖς πολιτείαις ἐοικυῖα. Κἂν διαμείνωμεν οὕτως αὐτὸν ἀνυμνοῦντες, καὶ τὸν παρόντα βίον ἀπροσκόπως ἀνύσομεν, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.