Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜΘʹ ΨΑΛΜΟΝ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 2.1-49
Not analysed yet
Τινὲς μὲν καὶ τούτων τῶν ὀργάνων τὸν λόγον κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες, λέγουσιν ὅτι τὸ μὲν τύμπανον τὴν νέκρωσιν τῆς σαρκὸς ἡμῶν ἐπιζητεῖ, τὸ δὲ ψαλτήριον τὸ πρὸς τὸν οὐρανὸν βλέπειν. Καὶ γὰρ ἄνωθεν τὸ ὄργανον τοῦτο κινεῖται, οὐ κάτωθεν, ὥσπερ ἡ κιθάρα. Ἐγὼ δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι τὸ παλαιὸν οὕτως ἤγοντο διὰ τῶν ὀργάνων τούτων, διὰ τὴν παχύτητα τῆς διανοίας αὐτῶν, καὶ τὸ ἄρτι ἀπεσπάσθαι ἀπὸ τῶν εἰδώλων. Ὥσπερ οὖν τὰς θυσίας συνεχώρησεν, οὕτω καὶ ταῦτα ἐπέτρεψε, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ἀπαιτεῖ τοίνυν ἐνταῦθα τὸ μεθ' ἡδονῆς ᾄδειν· τοῦτο γάρ ἐστι τὸ, Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, τὸ μετὰ συμφωνίας, τὸ μετὰ βίου καθαροῦ. Εἶτα πάλιν εἰς πλείονα προθυμίαν αὐτοὺς διεγείρων, λέγει καὶ τοῦ ὑμνουμένου τὴν εὔνοιαν τὴν περὶ αὐτούς. Ἐπάγει γάρ· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς εὐημερίας, ὅταν ὁ Θεὸς ἵλεως ᾖ; Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Ὅρα πάλιν πῶς καὶ τὰ τοῦ Θεοῦ τίθησι, καὶ τὰ τῶν ἀνθρώπων. Ὥσπερ οὖν ἄνω τὴν εὐχαριστίαν παρ' αὐτῶν ἀπαιτῶν, καὶ τὰ τοῦ Θεοῦ εἰσῆγε, λέγων· Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ· οὕτω καὶ ἐνταῦθα πάλιν ἐπαγγελλόμενος τὰ παρὰ τοῦ Θεοῦ, ἀπαιτεῖ καὶ τὰ παρὰ ἀνθρώπων, λέγων· Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Τὸ μὲν γὰρ ὑψῶσαι, τοῦ Θεοῦ· τὸ δὲ πρᾶον εἶναι, τῶν ἀνθρώπων. Οὐ γὰρ γίνεται τὰ παρὰ τοῦ Θεοῦ, ἐὰν μὴ τὰ παρὰ ἀνθρώπων προηγήσηται. Καὶ ὅρα τῆς δωρεᾶς τὸ μέγεθος. Οὐκ εἶπε, Σώσει, ἁπλῶς, ἀλλ', Ὑψώσει ἐν σωτηρίᾳ Τουτέστιν, Οὐκ ἀπαλλάξει τῶν δεινῶν μόνον, ἀλλὰ καὶ περιβλέπτους ποιήσει καὶ περιφανεῖς, μετὰ τῆς σωτηρίας καὶ τὴν δόξαν αὐτοῖς παρέχων. Τοῦτο γοῦν καὶ διασαφῶν ἐπήγαγε πάλιν, λέγων· Καυχήσονται ὅσιοι ἐν δόξῃ. Ὥσπερ ἐκεῖ πραεῖς ἐπιζητεῖ, οὕτως ἐνταῦθα ὁσίους. Πανταχοῦ γὰρ ὁ Θεὸς μετὰ θαυμάτων τὰ ἑαυτοῦ πάντα ἐπιδείκνυται. Οὕτως αὐτοὺς ἀπήλλαξεν Αἰγύπτου, οὕτως ἐπανήγαγεν ἀπὸ Βαβυλῶνος, οὐκ ἐν τῇ τῶν δεινῶν ἀπαλλαγῇ, ἀλλὰ καὶ ἐν τῷ θαύματι τῶν γινομένων λαμπροτέρους αὐτοὺς ἐργασάμενος. Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Πολλὴν δείκνυσι τὴν ἄδειαν, ἐξ ὧν οὕτως ἐπήγαγε, πολλὴν τὴν ἄνεσιν, πολλὴν τὴν εὐφροσύνην, πολλὴν τὴν ἡδονήν. Ταῦτα δὲ λέγει, ὥστε εἰδέναι αὐτοὺς, ὅτι οὐκ οἰκείοις ὅπλοις, οὐδὲ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ τὸ πᾶν γέγονε, καὶ ὅτι ταύτην ἐπισπᾶσθαι δεῖ διὰ ταπεινοφροσύνης καὶ πραότητος. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ αἱ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν· τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Ἐνταῦθα τὸν μετὰ χορείας πόλεμον δηλοῖ, καὶ ὅτι ᾄδοντες καὶ ὑμνοῦντες οὕτω περιέσονται. Ὑψώσεις γὰρ τὰς ὑμνολογίας, τὰς ψαλμῳδίας, τὰς εὐχαριστίας λέγει. Διὸ καὶ ἕτερος τὰς Ὑψώσεις, Ὑμνολογίας εἶπε. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τί ἐστι τοῦτο; Ἐπειδὴ τὸν πάντα χρόνον κρατήσαντες ὠνείδιζον, ἐλέγξαι αὐτοὺς διὰ τῶν ἔργων ἐπαγγέλλεται, καὶ δεῖξαι διὰ τῶν ἔργων αὐτῶν, ὅτι οὐχ ἡ τοῦ Θεοῦ ἀσθένεια, ἀλλ' αἱ αὐτῶν ἁμαρτίαι ἔδωκαν αὐτοῖς κρατῆσαι. Ὅτε γοῦν δίκην ἔδοσαν ἱκανὴν, ἔνευσε μόνον ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ πράγματα εἰς θαυμαστὴν ἦλθε μεταβολήν. Καὶ ὅρα τῆς νίκης τὴν ὑπερβολήν. Ἐπάγει γὰρ καὶ λέγει· Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Εἶδες περιουσίαν ἰσχύος; Οὐ γὰρ ἀπήλασαν τοὺς πολεμίους μόνον, οὐδὲ ἀπώσαντο. ἀλλὰ καὶ δεσμώτας λαβόντες ἐπανῆλθον, πᾶσιν ἐπιδεικνύμενοι τοῦ Θεοῦ τὴν ἰσχύν. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Τί ἐστι, Κρῖμα ἔγγραπτον; Φανερὸν, ὡμολογημένον, οὐ δυνάμενον λήθῃ παραδοθῆναι. Τὰ γὰρ τοῦ Θεοῦ τοιαῦτα· καὶ τῷ μεγέθει τῶν κατορθωμάτων, καὶ τῇ τῆς θαυματουργίας ὑπερβολῇ εἰς πάντα διατείνεται τὸν χρόνον. Τοιαύτη οὖν ἔσται ἡ νίκη, φησὶ, καὶ τοιοῦτον τὸ τρόπαιον, ὡς ἅπασιν εἶναι δῆλον, οὕτω σαφὲς, καθάπερ ἐν στήλῃ γεγραμμένον, καὶ μηδέποτε ἐξαλειφόμενον. Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ποία αὕτη; Τὸ νικῆσαι, μᾶλλον δὲ οὐ τὸ νικῆσαι ἁπλῶς, ἀλλὰ τὸ οὕτω νικῆσαι, διὰ τῆς τοῦ Θεοῦ συμμαχίας, διὰ τῆς ἄνωθεν ῥοπῆς. Ὅρα δὲ πῶς τῶν ὁσίων μέμνηται, διεγείρων αὐτοὺς εἰς τὴν τοῦ βίου καὶ τῆς ἀρετῆς ἐπιμέλειαν. Ἐμοὶ δὲ δοκεῖ, οὐχὶ τὴν νίκην μόνον λέγει δόξαν, ἀλλὰ καὶ τὸν αἶνον, καὶ τὰς μελῳδίας, καὶ τοὺς ὕμνους, παιδεύων διὰ πάντων, ὅτι Θεὸν ἀνυμνοῦντες, μεγάλην ἑαυτοῖς περιθήσουσι δόξαν, καὶ λαμπροτέρους ἑαυτοὺς ἀποφανοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.