Ancient Greek · ~3 min
ΕΙΣ ΤΟΝ ΡΙϛʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1
Not analysed yet
Παντί που δῆλον, ὅτι προφητεία ἐστὶ τῆς Ἐκκλησίας τῶν πιστευόντων τὰ εἰρημένα, καὶ τοῦ κηρύγματος προαναφώνησις τοῦ τὴν οἰκουμένην κατειληφότος ἅπασαν. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία μόνον ἔθνη, ἀλλὰ γῆν καὶ θάλασσαν ἅπασαν ὁ ψαλμὸς καλεῖ. ὅπερ δὴ γέγονεν, ὅτε ἡ τοῦ Χριστοῦ παρουσία ἐπέλαμψεν. Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς σωτηρίας, ὅτι οὐκ ἐξ οἰκείων κατορθωμάτων, οὔτε ἀπὸ βίου καὶ παῤῥησίας, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης ἐσώθησαν. Ἐκραταιώθη γὰρ, φησὶ, τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς· τουτέστιν, ἐπάγη, ἰσχυρὸν γέγονε, πέτρας στεῤῥότερον. Καὶ γὰρ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Καὶ ἡ ἀλήθεια αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τότε γὰρ μάλιστα τὰ τῆς ἀληθείας ἔλαμψε. Διὸ καὶ οὕτως εἶπεν, ἐπειδὴ τὰ τῆς Παλαιᾶς τύπος ἦν καὶ σκιά. Τοῦτο καὶ ὁ εὐαγγελιστὴς δηλῶν ἔλεγεν· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.