Ancient Greek · ~21 min
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-17
Not analysed yet
Καὶ ἀλλαχοῦ φησιν ὁ αὐτός· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται. Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα λέγει θεούς; Τοὺς ἄρχοντας. Διὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Λέγει καὶ τοὺς ἐκ προγόνου τινὸς ἐναρέτου γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες, καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν. Οὕτω καὶ ἐκεῖνο λύεται τὸ, Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· τουτέστιν, Ὁ τὸν ἄρχοντα κακῶς λέγων, ἁμαρτάνει. Ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου λιθοβοληθήσεται· τουτέστιν, ὁ τοῖς μὴ οὖσι προσάπτων τὸ τοῦ ὄντος Θεοῦ ὄνομα. Ἐπεὶ γὰρ ἀσύγγνωστον τὸ ἁμάρτημα, καὶ ἡ ἐπ' αὐτῷ τιμωρία χαλεπωτάτη· λέγονται καὶ οἱ τῶν Ἑλλήνων θεοὶ, οὐ κατὰ τιμὴν, οὔτε χάριτι προσηγορίας, ἀλλὰ διὰ τὴν ἀπάτην τῶν πλανηθέντων, καὶ οὕτως αὐτοὺς καλεσάντων. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, δηλῶν ὅτι οὐκ ὄντες οὐδὲ μέχρι προσηγορίας τῆς κατὰ τιμήν. Ἐνταῦθα οὖν περὶ τίνων λέγει, Θεὸς θεῶν; Ἐμοὶ δοκεῖ τῶν Ἑλληνικῶν, οὐχ ὡς ὄντων, ἀλλ' ὡς παρὰ τοῖς πεπλανημένοις ὑποπτευομένων. Ἐπεὶ γὰρ ἔτι παχύτεροι ἦσαν οἱ Ἰουδαῖοι, καὶ οὐ πάντη εἰδωλολατρείας ἀπηλλαγμένοι, ἀλλὰ κεχηνότες πρὸς τὰ εἴδωλα, καὶ λείψανα πολλὰ τῆς παρανομίας ἔχοντες, καὶ ἐντεῦθεν αὐτῶν καθαιρεῖ τὰ φρονήματα, δεικνὺς ὅτι κἀκείνων Δεσπότης ἐστί. Καὶ γὰρ καὶ τῶν δαιμόνων Δεσπότης ἐστὶν, αὐτῶν τῶν οὐσιῶν λέγω· αἱ γὰρ γνῶμαι παρ' αὐτῶν εἰσιν εἰσενηνεγμέναι καὶ ἡ πονηρία πᾶσα. Δοκεῖ δέ μοι καὶ οὗτος ἔχεσθαι τοῦ προτέρου ψαλμοῦ. Καὶ γὰρ καὶ ἐνταῦθα ἔλεγχος καὶ κατηγορία τῶν πεπλημμεληκότων γέγραπται· ἀλλ' ἐκεῖ μὲν τὴν οἰκουμένην ἐκάλει πᾶσαν εἰς ἀκρόασιν, ἐνταῦθα δὲ αὐτὰ τὰ στοιχεῖα τὰ καθ' ὅλης ἐκτεταμένα τῆς οἰκουμένης. Ἄλλο θέατρον ὧδε καὶ ἄλλο ἀκροατήριον· ἐκεῖ τὰ ἔθνη, οἱ γηγενεῖς, ὁ πλούσιος, ὁ πένης· ἐνταῦθα ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ αὐτὸν εἰσάγει τὸν Θεὸν δικαζόμενον, καὶ τοιούτους κινεῖ λόγους παρ' αὐτοῦ δικαιολογουμένου πρὸς τὸν δῆμον τῶν Ἰουδαίων. Διὸ καὶ πλείονος ἡμῖν δεῖ τῆς προσοχῆς. Ποιεῖ δὲ τοῦτο καὶ ἕτερος προφήτης, καὶ εἰσάγει τὸν Θεὸν δικαζόμενον, καὶ ἐν τάξει δικαστῶν τίθησι τὰς φάραγγας καὶ τὰ θεμέλια τῆς γῆς. Ἀκούσατε γὰρ, φησὶ, φάραγγες καὶ θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ διαλεχθήσεται. Καὶ πάλιν· Κριθήσεται πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς πατέρας ὑμῶν. Καὶ πολλαχοῦ τῶν Γραφῶν ἴδοι τις ἂν τοῦτο τὸ σχῆμα, ὅπερ ἐστὶ μάλιστα πληκτικώτατον, καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἄξιον. Καὶ γὰρ τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγαθότητα, τοσοῦτον καταβαίνοντος, ὥστε κρίνεσθαι μετὰ ἀνθρώπων. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἔχει μέν τι καὶ προφητικὸν, ἔχει δὲ καὶ ἱστορικὸν, τὸ εἰρημένον· γέγονε μὲν γὰρ καὶ ἐπὶ τῆς Παλαιᾶς ἐκεῖθεν αὐτοῦ ἡ εὐπρέπεια. Καὶ γὰρ ὁ ναὸς, τὰ Ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων τὸ πλῆθος, καὶ θυσίαι, καὶ ὁλοκαυτώσεις, καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμῳδίαι, καὶ πάντα ἐκεῖθεν, καὶ τῶν μελλόντων ἐκεῖθεν ὁ τύπος προδιεγέγραπτο. Ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν πάλιν τὴν ἀρχὴν ἔλαβεν. Ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν· ἐκεῖθεν τὰ μυρία κατορθώματα. Διὰ δὴ τοῦτο καὶ περὶ τοῦ νόμου φησὶν ὁ Ἡσαΐας τῆς Καινῆς Διαθήκης γράφων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον, καὶ τὴν πόλιν τὴν παρακειμένην αὐτῷ, τὴν μητρόπολιν τῶν Ἰουδαίων. Ἐκεῖθεν γὰρ καθάπερ ἐκ βαλβῖδός τινος εὐσκελεῖς ἵπποι οἱ ἀπόστολοι εἰς τὴν οἰκουμένην ἀφέθησαν ἅπασαν· ἐκεῖθεν τὰ σημεῖα ἤρξαντο ποιεῖν· ἐκεῖ γέγονεν ἡ ἀνάστασις, ἐκεῖ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς σωτηρίας τῆς ἡμετέρας· ἐκεῖ τὰ ἀπόῤῥητα δόγματα κηρύττεσθαι ἀρχὴν ἔλαβεν. Ἐκεῖ πρῶτον ἀπεκαλύφθη ὁ Πατὴρ, ἐγνωρίσθη ὁ Μονογενὴς, καὶ ἐδόθη τοσαύτη Πνεύματος χάρις. Καὶ τὸν περὶ τῶν ἀσωμάτων ἐκεῖ λόγον ἐγύμναζον οἱ ἀπόστολοι, τῶν δωρεῶν, καὶ δυνάμεων, καὶ τῶν μελλόντων ἀγαθῶν τῆς ἐπαγγελίας. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης, ὡραιότητα αὐτοῦ καλεῖ. Κάλλη γὰρ Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ ἡ φιλανθρωπία, καὶ ἡ εἰς ἅπαντας εὐεργεσία. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Ὁρᾷς πῶς προϊὼν ἀπογυμνοῖ τὸν λόγον, καὶ ἀποκαλύπτει τὸν θησαυρὸν, καὶ φαιδροτέραν ἀφίησι τὴν ἀκτῖνα, λέγων· Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πότε γὰρ οὐκ ἐμφανῶς παραγέγονε; Πότε; Τῇ προτέρᾳ παρουσίᾳ· ἀψοφητὶ γὰρ ἦλθε τοὺς πολλοὺς κρύπτων, καὶ μέχρι πολλοῦ λανθάνων. Τί λέγω τοὺς πολλοὺς, ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτὸν, οὐδὲ ὁ δοκῶν εἶναι πατὴρ μέγα τι ἐφαντάζετο περὶ αὐτοῦ;