Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 11.1-5
Not analysed yet
Καὶ πῶς μὴ φοβηθῶ, φησὶ, τοσαῦτα δυναμένους; Πρόσκαιρος ἡ δυναστεία, μονόωρος ἡ ἰσχὺς, παροδεύεται ἡ εὐημερία, σκιὰς μιμεῖται καὶ ὀνείρατα τὰ χρήματα, καὶ ὁ πλοῦτος, καὶ ἡ τοσαύτη τιμή· διὸ καὶ ἐπήγαγεν· Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ· τὴν αἰτίαν τιθεὶς τοῦ μὴ δεδοικέναι τὰ πρόσκαιρα. Ἦλθεν ὁ θάνατος, φησὶ, τὴν ῥίζαν ἔτεμε, καὶ ἡ κόμη μετὰ τῶν φύλλων ἅπασα κατηνέχθη, καὶ πᾶσιν εὐχείρωτος ἡ οἰκία. Καθάπερ οὖν πρόβατα καὶ αἶγες ἐπιτίθενται δένδρῳ κειμένῳ μετὰ τὴν τομὴν, οὕτω δὴ καὶ ἐπὶ τῶν οὕτω πλουτούντων πολλοὶ τῶν ἐχθρῶν, πολλοὶ τῶν φίλων, πολλοὶ τῶν εὐεργετηθέντων τὰ ἐκείνων λυμαινόμενοι εὑρίσκονται· καὶ ὁ τοσαῦτα περιβεβλημένος, καὶ τοσούτους οἰνοχόους, μαγείρους, κρατῆρας ἀργυροῦς καὶ χρυσοῦς ἔχων, πλέθρα γῆς τόσα καὶ τόσα, οἰκίας, ἀνδράποδα, ἵππους, ἡμιόνους, καμήλους, στρατόπεδα οἰκετῶν, ἄπεισι μόνος, καὶ οὐδεὶς αὐτῷ συναπέρχεται, ἀλλ' οὐδὲ αὐτὰ λαμβάνων ἄπεισι τὰ ἱμάτια. Καὶ γὰρ ὅσῳπερ ἂν λαμπρὰ περικέηται, τοσούτῳ δαψιλεστέραν ἄπεισι παρασκευάζων τῷ σκώληκι τὴν τράπεζαν, καὶ πλείονα τοῖς τυμβωρύχοις ἐπιθυμίαν, καὶ μείζονα κατὰ τοῦ ἀθλίου σώματος τὴν ἐπιβουλήν. Δι' ὧν γὰρ καλλωπίζει μειζόνως, διὰ τούτων ὑβρίζεσθαι σφοδρότερον αὑτὸν κατασκευάζων, τὰς χεῖρας τῶν ἀνορυττόντων τὰς θήκας ἐφ' ἑαυτὸν ὁπλίζων καὶ καλῶν. Καὶ τί τοῦτο; φησίν· ἀλλ' ἐνταῦθα μεγάλα κομπάζει, καὶ φυσᾷ μέχρι τῆς τελευτῆς. Μάλιστα μὲν πολλοὶ οὐδὲ μέχρι τῆς τελευτῆς· ἀλλ' ἐπιβούλων τινῶν ἐπιφυέντων αὐτοῖς, μυρίων καταδίκων χαλεπώτερα ἔπαθον, καὶ τὰ χρήματα ἀφαιρεθέντες, καὶ ἀτιμίᾳ περιβληθέντες, καὶ δεσμωτήριον οἰκήσαντες. Καὶ γὰρ ὁ χθὲς ἐν ὀχήματι, σήμερον ἐν ἁλύσει· ὁ χθὲς ὑπὸ κολάκων θεραπευόμενος, ὑπὸ δημίων κυκλοῦται νῦν· ὁ μύρων ὄζων, αἵματι περιῤῥεῖται· ὁ κατακείμενος ἐπὶ στρωμνῆς ἁπαλῆς, ἐπ' ἐδάφους ἔῤῥιπται σκληροῦ· ὁ παρὰ πάντων θεραπευόμενος, παρὰ πάντων καταφρονεῖται. Ἀλλὰ καὶ μέχρι τελευτῆς τὰ πρὸς κηδείαν αὐτῷ λαμπρὰ καὶ περιφανῆ. Καὶ τί πρὸς ἐκεῖνον τὸν οὐκ αἰσθανόμενον; Πλείων ἡ δυσωδία, μείζων ἡ βδελυγμία, σφοδρότερος ὁ φθόνος· καὶ γὰρ τελευτήσαντι διηνεκὴς τοῖς παιδίοις ὁ πόλεμος ἀπὸ τῆς πολυτελείας ἐκείνης. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ ῥήματος, καὶ τὴν ἐπίτασιν τῆς φιλοσοφίας. Οὐ γὰρ μόνον αὐτὸν ἐκ τοῦ μὴ συναποδημεῖν πλήττει, ἀλλὰ καὶ ἐνταῦθα αὐτὸν πάσης γυμνοῖ τῆς φαντασίας, καὶ οὐδὲ πλοῦτον ὄντα δείκνυσιν, οὐδ' ὅταν ἀπολαύῃ αὐτοῦ ὁ κεκτημένος. Οὐ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ ἡ δόξα αὐτοῦ, ἀλλ', Ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Ταῦτα γὰρ ἅπαντα, ἅπερ ἀπηριθμησάμην, πηγαὶ, καὶ περίπατοι, καὶ βαλανεῖα, χρυσίον καὶ ἀργύριον, ἵπποι καὶ ἡμίονοι, καὶ τάπητες καὶ ἱμάτια, τοῦ οἴκου δόξα, οὐ τοῦ τὸν οἶκον οἰκοῦντος ἀνθρώπου. Ἀνθρώπου γὰρ δόξα ἡ ἀρετὴ, ὅθεν καὶ συναποδημεῖ τῷ κεκτημένῳ. Αὕτη δὲ οἴκου δόξα μένει· μᾶλλον δὲ οὐδὲ μένει, ἀλλὰ μετὰ τοῦ οἴκου καὶ συγκαταλύεται, οὐδὲν τὸν ἐν αὐτῷ ἀναστραφέντα ὠφελήσασα· οὐδὲ γὰρ ἦν αὐτοῦ. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται. Εἰπὼν περὶ τοῦ πλούτου αὐτοῦ καὶ τῆς δόξης, ἐπὶ τὸν τῶν εὐφημιῶν διαβαίνει λόγον. Ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα τοῖς πλουσίοις περισπούδαστον, αἱ ἐν ἀγορᾷ κολακεῖαι, αἱ παρὰ τοῦ δήμου θεραπεῖαι, αἱ δημοτελεῖς εὐφημίαι, τὰ ὑποκρίσεως γέμοντα ἐγκώμια, καὶ μέγα εἶναι δοκεῖ τὸ καὶ ἐν θεάτροις, τὸ καὶ ἐν συμποσίοις, τὸ καὶ ἐν δικαστηρίοις κροτεῖσθαι, παρὰ πάντων ἀνακηρύττεσθαι, ζηλωτοὺς εἶναι νομίζεσθαι, ὅρα καὶ τοῦτο πῶς καθαιρεῖ πάλιν ἀπὸ τοῦ χρόνου. Ἐν γὰρ τῇ ζωῇ αὐτοῦ, φησὶ, τουτέστιν, αὗται αἱ θεραπεῖαι, καὶ τὸ εὖ λέγεσθαι αὐτὸν, μέχρι τοῦ παρόντος βίου· μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο συγκαταλύεται, ὡς πρόσκαιρον, καὶ ἐπίκηρον. Ἀλλὰ καὶ ἡνίκα ἂν γίνηται ἐκ παροχῆς τῶν εὐφημούντων, μετὰ τελευτὴν εἰς τοὐναντίον μεθίσταται, ὅταν τὸ τοῦ φόβου προσωπεῖον περιαιρεθῇ. Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. Ὅρα πῶς καὶ τὰς εὐεργεσίας αὐτῶν διαβάλλει. Σὺ μὲν γὰρ κολακεύεις καὶ θεραπεύεις, ὑποκρινόμενος πρόσκαιρόν τινα θεραπείαν καὶ ὑποκρίσεως γέμουσαν· ἐκεῖνος δὲ κἂν χάριτάς σοι ὁμολογήσῃ, ὠνούμενος παρὰ σοῦ τὸ τὰ ἀρέσκοντα αὐτῷ ποιεῖν, καὶ πολλοῦ τοῦτο ὠνούμενος, τότε εὐχαριστήσει σοι, φησί. Τὸ γὰρ, Ἐξομολογήσεται, τοῦτό ἐστιν, ὅταν ἀγαθύνῃς αὐτῷ. Οὐκ εἶπεν, Ὅταν τι χρήσιμον ἐργάσῃ, ὅταν εὐεργετήσῃς, ἀλλ', Ὅταν τὰ ἀρεστὰ αὐτῷ, καὶ κατὰ γνώμην ᾖ, καὶ κατὰ νοῦν ὑπηρετήσῃς· δεικνὺς, ὅτι ἑκατέρωθεν ἡ βλάβη, ἀπό τε τῆς πεπλασμένης κολακείας, καὶ ἀπὸ τῆς ἐπιβλαβοῦς διακονίας. Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Εἰσελεύσεται, ἤγουν μιμήσεται τὸν τῶν πατέρων ζῆλον, καὶ ἐκ πονηρῶν ὢν, πονηρίαν διαδέξεται· ἢ ἀντὶ τοῦ, Εἰ μὴ πράξας τι ἀγαθὸν, εὑρεθήσεται ἐκ τοῦ πλούτου οὐδὲν ὠφελούμενος· καταλείψεται δὲ τοὺς πρὸ αὐτοῦ κειμένους ἐν κόνει ἄχρι τῆς κρίσεως, οὐδὲ φῶς ἰδεῖν δυνάμενος κατὰ τὸν τῆς φύσεως νόμον. Εἶτα πάλιν ἐπαναλαμβάνει τὰ προειρημένα λέγων· Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ τοιοῦτος, φησὶν, ὁ οὕτως ἀποθανὼν, ὁ μὴ διοικήσας δεόντως τὰ χρήματα, οὐδὲν διοίσει ἀλόγου, ὡς μὴ ἐπιγνοὺς ἣν ἐδέξατο τιμὴν ἐκ Θεοῦ, ἀφομοιωθεὶς τοῖς κτήνεσιν, οἷς τὸ πέρας ἐστὶ τῆς ζωῆς θάνατος μόνον· ὧν ῥυσθείημεν οἵ τε μανθάνοντες ταῦτα καὶ οἱ διδάσκοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.