Ancient Greek · ~16 min
ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 1.1-18
Not analysed yet
Πολλῆς ἐνταῦθα συνέσεως ἡμῖν χρεία. Τὰ γὰρ ῥήματα κατὰ τὴν ψιλὴν προφορὰν, καὶ τὴν πρόχειρον ἀκρόασιν, πολλοὺς τῶν μὴ προσεχόντων θορυβεῖ. Καὶ γὰρ ἀρᾶς ἅπας ὁ ψαλμὸς ἐμπέπλησται, καὶ διὰ τοιούτων ἅπας διεξῆλθεν ἡμῖν ὁ λόγος, καὶ ἐμφαίνει τινὰ θυμὸν ζέοντα καὶ διακαῆ τοῦ λέγοντος, καὶ οὐ μέχρι τοῦ ἀδικοῦντος ἱστάμενον, ἀλλὰ καὶ ἐπὶ παῖδας, καὶ πατέρα, καὶ μητέρα προάγοντα τὴν τιμωρίαν, καὶ οὐδὲ μιᾷ ἀρκούμενον συμφορᾷ, ἀλλὰ καὶ κακὰ ἐπὶ κακοῖς συνάπτοντα. Ὅρα γὰρ ὅσα κατεύχεται. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Τουτέστιν, ὑπὸ κατηγόροις γένοιτο πονηροῖς ἀνθρώποις καὶ ἐπιβούλοις, καὶ μὴ περιγένοιτο αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. Καὶ οὐκ ἠρκέσθη ταύτῃ τῇ τιμωρίᾳ, ἀλλὰ μετὰ τῆς καταδίκης ταύτης εὔχεταί τινα ἕτερον μετ' ἐκεῖνον τὴν ἐκείνου λαβεῖν τιμὴν, λέγων, Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν μόνον καταλελειμμένον λιμένα προσχώννυσι, μηδὲ ὑπὸ τοῦ Θεοῦ τινὸς φιλανθρωπίας τυχεῖν ἀξιῶν καὶ λέγων· Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Καὶ μέντοι καὶ θάνατον ἄωρον ὑπομεῖναι ἀξιοῖ. Γενηθήτωσαν γὰρ, φησὶν, αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, καίτοι καὶ τὸ ταῦτα μόνα εἰπεῖν ἤρκει, ὁ δὲ καὶ ἐπιτίθησιν, ὅπερ σφόδρα ἐστὶν ἐκκεκαυμένης ψυχῆς, τὸ μὴ μιᾷ μηδὲ δευτέρᾳ ἀρκεσθῆναι τιμωρίᾳ, ἀλλὰ τοσαύτας ἐπαχθῆναι αἰτεῖν. Τὰ δὲ ἐντεῦθεν ἔτι πολλῷ τούτων χαλεπώτερα. Καὶ γὰρ ὀρφανίαν, καὶ χηρείαν τῶν λειπομένων κατεύχεται. Καίτοι γε ταῦτα ἀπελθόντος ἐξ ἀνάγκης γενέσθαι συμβαίνει· ἀλλ' ὅμως καὶ ταῦτα ἐν τάξει τίθησιν ἀρᾶς, τῷ θυμῷ ζέων. Καὶ οὐδὲ μέχρι τῆς ὀρφανίας ἵσταται, ἀλλὰ καὶ μετὰ τοιαύτας συμφορὰς πρόεισι περαιτέρω, τὸ δεινὸν αὔξων, πλανήτας καὶ μετανάστας ἀξιῶν γενέσθαι τοὺς ἐκείνου. Σαλευόμενοι γὰρ μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, φησὶ, καὶ ἐπαιτησάτωσαν. Τουτέστι, μὴ στῶσι πλανώμενοι, μηδὲ τῆς ἀναγκαίας εὐπορήσωσι τροφῆς, μηδὲ παύσωνται τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, ἐλαυνόμενοι, διωκόμενοι κατὰ πᾶσαν τὴν γῆν, καὶ μηδαμοῦ χώραν τοῦ στῆναι εὑρίσκοντες. Μετὰ δὲ τούτων καὶ πενίαν αὐτῶν κατεύχεται, καὶ πενίαν ἐσχάτην καὶ ἀφόρητον, ὥστε μηδὲ τῆς παρὰ τῶν συγγενῶν ἐπικουρίας τυχεῖν, ἀλλὰ περιιέναι, παρὰ ξένων καὶ ἀγνώστων προσαιτοῦντας ταύτην. Καὶ ἄκουε πῶς τοῦτο δηλῶν παρατίθησι. Μετὰ γὰρ τὸ εἰπεῖν· Μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐπάγει· Ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν, καὶ ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Τοῦτο ἑτέρας συμφορᾶς εἶδος, τὸ εἰς διαρπαγὴν δοθῆναι τὰ αὐτῶν, καὶ δανειστῶν φέρειν ἐπιβουλὰς, καὶ παντὶ τρόπῳ ἐπηρεάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ἐν τοσούτοις κακοῖς ἔρημον εἶναι προστάτου· καὶ τοῦτο κατεύχεται λέγων· Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ. Τὰ γὰρ κακὰ αὐτὰ καθ' ἑαυτὰ ἀφόρητα· ὅταν δὲ μηδὲ τὸν προϊστάμενον ἔχῃ, πολλῷ χαλεπώτερα. Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Βαβαί. πόσον θυμοῦ μέγεθος, ὅταν μηδὲ τὸ ἄωρον τῆς ὀρφανίας ἐλέους τυγχάνῃ, καὶ οὐ μόνον ἐλέους, ἀλλὰ καὶ ἀπωλείᾳ ἐσχάτῃ περιβάλληται. Γενηθήτω γὰρ, φησὶ, τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν. Ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Εἶδες λόγον θυμοῦ γέμοντα, καὶ οὐδαμοῦ ἱστάμενον; Καὶ ζῆσαι μετὰ συμφορᾶς αὐτοὺς εὔχεται ποικίλης καὶ παντοδαπῆς, καὶ πανωλεθρίᾳ παραδοθῆναι, καὶ ἀνωνύμως ἀπολέσθαι. Καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς συμφορᾶς τῶν παίδων, ἐπάγει πάλιν· Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Τοῦτο γὰρ μάλιστα θυμοῦ, τὸ κατακερματίζειν ἃς εἶπε καθόλου συμφορὰς, καὶ συνεχῶς τὰ αὐτὰ περιστρέφειν. Εἰπὼν γὰρ, Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, ἐπήγαγε· Καὶ μὴ ἐξαλειφθείη. Καίτοι τὸ αὐτό ἐστιν· ἀλλ' ὅμως ὁ θυμὸς καὶ ἀμφότερα παρεσκεύασεν αὐτὸν εἰπεῖν· ὃ δὲ βούλεται εἰπεῖν τοῦτό ἐστιν· Ἀπόκτεινον αὐτὸν, σφάξον, ἄνελε. Εἶδες ἀρᾶς πλῆθος; Ἀλλ', εἰ βούλει, πάλιν ἄνωθεν αὐτὰ συλλογίσομαι. Περιπέσοι πονηροῖς ἀνθρώποις, φησὶ, κατηγορηθείη, κρατηθείη παρ' αὐτῶν, καταδικασθείη, ἄωρον ὑποσταίη θάνατον, ἐκβληθείη τῆς τιμῆς, καὶ μηδὲ εἰς ἐκγόνους, ἀλλ' εἰς ἑτέρους τινὰς ταύτην μεταφερομένην ἴδοι· ἡ γυνὴ αὐτοῦ ἀπόλοιτο, καὶ τὰ παιδία πενίαν, ὀρφανίαν, βίον προσαιτῶν ὑπομείναιεν, καταδικασθεῖεν, ἐλαθεῖεν πάντοθεν, μηδένα σχοῖεν βοηθὸν, ἐκπέσοιεν καὶ τῆς εὐνοίας τοῦ Θεοῦ, μηδεὶς αὐτοῖς γένοιτο λιμὴν, μηδὲ καταφυγή· ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ ἀπὸ τῆς γῆς, ἀνώνυμος ἀπόλοιτο, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ δίκην δοῖεν, ὧν ἥμαρτον· καὶ μετ' αὐτὸ ἐξώλεις καὶ προώλεις ἀπόλοιντο.